De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
δὲ τοῦτο ἰσχνοτέραις τε καὶ μελαντέραις. εὐσάρκοις δὲ
καὶ λευκαῖς σμικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν
ἄμεινον τὰ σφυρὰ τοῦ τέμνειν τὴν φλέβα. καὶ γὰρ καὶ μικρὰς
αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ
ῥεῖ τὸ σύμμετρον, εἰ καὶ καλῶς τμηθείη. οὐ χρὴ δὲ ὑμᾶς
καταφρονεῖν φλεβοτομίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήματος,
ἑωρακότας ἐμὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας,
ὅταν ᾖ σφοδρὰ, χρώμενον τῷ βοηθήματι καὶ παύοντα
τὴν ῥύσιν αὐτίκα. προσήκει δ’, ὡς ἐθεάσασθε, μὴ περιμένειν
εἰς ἔσχατον ἀφικέσθαι καταπτώσεως τὴν δύναμιν, ἀλλ’
ὅταν ἤδη δοκῇ κεκενῶσθαι μὲν τὸ σύμμετρον, ἡ δ’ ὁρμὴ
τῆς φορᾶς τοῦ αἵματος ἰσχυρὰ διαμένῃ, τέμνειν ἐν ἀγκῶνι
φλέβα, δεξιοῦ μὲν αἱμοῤῥαγοῦντος μυκτῆρος τῇ δεξιᾷ χειρὶ,
θατέρου δὲ κατὰ τὴν ἀριστεράν· ἅμα δὲ τοῦτο τῷ ἔργῳ
καὶ τοῖς κώλοις περιβάλλειν δεσμοὺς ἐκ ταινίων ἢ ἐρίων
καὶ συκίαν ὑποχονδρίῳ προσβάλλειν ᾧ κατ’ εὐθύ· ταῦτα
γὰρ καὶ ἡμεῖς ποιοῦντες, ὡς ἴστε, διαπαντὸς ἐπέσχομεν
τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, πειρασθέντες ἔμπροσθεν ὧν
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]