De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
δευτέρας ὥρας ἡμέρας ἄχρι έ ἢ στ΄ ἀφαιροῦντες μόνον αἵματος,
ἐν ἄλλῳ δ’ οὐδενὶ χρόνῳ οὓς εἰ μὴ καὶ κλυστῆρσι καὶ
τροφῆς προσφορᾷ καὶ τοῖς ἄλλοις βοηθήμασιν ἑώρων
χρωμένους ἐν ἅπαντι καιρῷ τῆς νυκτὸς, ἐνῆν ἄν μοι χαλεπὸς
ὁ πρὸς αὐτοὺς λόγος. ἐπεὶ δὲ πάντα πράττοντες οὐ τὸν
ὡρισμένον ἀριθμὸν ὡρῶν ἕνα καὶ κοινὸν ἐπὶ πάντων τῶν
νοσούντων, ἀλλ’ ὡς ἂν ὑπαγορεύῃ τὸ πάθος ἐπὶ μόνης τῆς
φλεβοτομίας τὸν εἰρημένον ἀρτίως ἀεὶ περιμένουσι καιρὸν,
εὐφωρότατον ἴσχουσι τὸ σφάλμα. τοὺς οὖν οὕτω διακειμένους
ἀῤῥώστους, ὡς εἰρήκαμεν, προσήκει μέχρι λειποθυμίας
ἄγειν. ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας μὲν ἐξ ἀνάγκης
ἐπὶ τῇ λειποθυμίᾳ, προσγενομένων δὲ νοτίδων ἐν ὅλῳ τῷ
σώματι καὶ τῆς γαστρὸς καταῤῥαγείσης ἐν τάχει παυσαμένους
τῆς νόσου. προσέχειν μέντοι καλῶς ἔχει τῇ καθαιρέσει
τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος,
ὥσπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων εἴωθα πράττειν τῶν φλεβοτομουμένων,
ὅπως μή ποτε λάθῃς αὐτὸν ἀντὶ λειποθυμίας
θάνατον ἐργασάμενος, ὅπερ οἶδα τρισὶν ἰατροῖς γενόμενον.
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]