De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
ἰατρῶν. ἐνίοτε γὰρ ἡ μὲν διάθεσις ὑπαγορεύει τὴν φλεβοτομίαν,
ἡ δ’ ἀῤῥωστία τῆς δυνάμεως κωλύει. τούτων δ’ ἀμφοτέρων
τῶν σκοπῶν ὑπαρχόντων, δῆλον μὲν, ὡς ἐλέχθη
πρόσθεν, οὐδὲ πλῆθος ἐστὶ χυμῶν ὠμῶν τοσούτων τε καὶ
τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθημα. συνεπισκέπτεσθαι δ’
ἐφεξῆς ὁποία ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου. τοὺς μὲν γὰρ
μεγάλας ἔχοντας τὰς φλέβας, ἰσχνούς τε μετρίως καὶ μὴ λευκοὺς
μηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’
ἐναντίους φειδομένως. αἷμά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν
τε τὴν σάρκα. κατὰ τούτον οὖν τὸν λόγον οὐδὲ τοὺς
παῖδας φλεβοτομήσεις μέχρι τεσσαρακαιδεκαετοῦς ἡλικίας,
μετὰ δὲ ταύτην ἐὰν αἷμα πάμπολύ τε φαίνηται ποτὲ ἠθροισμένον,
ἥ θ’ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον
φύσει καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις ἔτι μᾶλλον
αἷμα, εἰ κίνδυνος ἐφεδρεύει περιπνευμονίας, ἢ συνάγχης, ἢ
πλευρίτιδος, ἢ τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήματος.
ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον.
ἐὰν δέ σοι μετὰ ταῦτα ἐπισκεπτομένῳ δόξῃ τὰ τῆς δυνάμεως
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]