De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
τὴν ἔνδον, ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπραγοῦντα κένωσις
αἵματος ἐξ ἀριστερᾶς χειρὸς, ἄμεινον δὲ μὴ ἅπαξ ἐκκενοῦν
τὸ σύμμετρον, ἀλλ’ εἰς δύο μερίζοντας ἡμέρας. οὐ μὴν οἶδα
κατὰ τί τοῖς ἰατροῖς ἠμέληται τοῦ φλεβοτομεῖν τοὺς σπληνώδεις.
ἐγὼ γὰρ ἀεὶ μεγάλην ὠφέλειαν ἔγνων γινομένην, εἰ
καὶ λίτραν τις ἐκκενώσειεν μίαν, ἀλλὰ τό γε ποσὸν τῆς κενώσεως
ἐκ τῶν προειρημένων σκοπῶν χρὴ ποιεῖσθαι. καὶ μέν
γε κᾀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος πλευροῦ
φλεβοτομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλάκις,
ἡ δὲ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ πάντως ἀμυδρὰν ἢ
μετὰ χρόνον. ὀδύνας τε πολλάκις ὀφθαλμὸν ἰσχυροτάτας
ἐντὸς ὥρας μιᾶς ἔπαυσεν ἡ κατ’ εὐθὺ φλεβοτομία, τῆς
ὠμιαίας καλουμένης φλεβὸς τεμνομένης. πειρᾶσθαι δ’ ἐπὶ
πάντων παθῶν ἄμεινον ἦν ἐπὶ ταῖς φλεβοτομίαις μετρίαις
γινομέναις τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι, ποτὲ μὲν
ἐπὶ μιᾶς ἡμέρας, ὅταν οὕτω πράττειν ἐγχωρῇ, ποτὲ δὲ καὶ
κατὰ τὴν ὑστεραίαν, πλὴν εἴποτε, ὡς ἔμπροσθεν εἴρηται,
μέχρι λειποθυμίας ἄγειν τὴν κένωσιν ἐπιχειροῖμεν. ἐπὶ μὲν
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]