De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
φλεγμονὴν δὲ μεγίστην ἔχοντα καὶ ῥεῦμα καὶ δασύτητα ἐν
ἀμφοτέροις τοῖς βλεφάροις, ἐν θατέρῳ καὶ τραχύτητας ἤδη
τινὰς, ὑφ’ ὧν ἐπισκοτούμενος ἔτι καὶ μᾶλλον ὠδυνᾶτό τε
καὶ παρωξύνετο τὴν φλεγμονὴν καὶ τὸ ῥεῦμα, ταῦτα θεασάμενος
ἐγὼ καὶ γνοὺς ἅπασαν ἣν ἐποιεῖτο τῆς θεραπείας
ἀγωγὴν ὁ ἰατρὸς, αὐτὸν μὲν οὐκ ἔφη δύνασθαι συνεχῶς εἰς
τὸ προαστεῖον ἰέναι, χρῄζειν δὲ τὸν ἄνθρωπον ἄχρι τῶν
τριῶν ἡμερῶν τοὐλάχιστον οὐκ ἐκ μακρῶν διαλειμμάτων ὑπ’
ἐμοῦ θεωρεῖσθαι. δὸς οὖν αὐτὸν, εἶπον, τὰς τρεῖς ταύτας ἡμέρας
ἐμοί. καὶ μὴν, ἔφη, παρακαλῶ τοῦτο καὶ χάριν εἴσομαι καὶ
ἤδη πρὸς τὴν σὴν οἰκίαν ἄπαγε τὸν ἄνθρωπον, ἧκέ τέ που
ὥρας ε΄ καὶ ἀφῃρέθην τὴν πρώτην ἀφαίρεσιν εὐθέως αἵματος
λίτρας γ΄, εἶτα ἄλλην μίαν ὥρας θ΄. ἐν αἷς ἀνακαλύψας μεγάλως
ὑπηλείφθη κατὰ τὴν ὑστεραίαν ἑνὶ τῶν ἁπαλῶν κολλυρίων
μιχθέντος αὐτοῦ τοῦ δι’ οἴνου, καθάπερ εἰώθαμεν ἐπὶ
τῶν τοιούτων πράττειν, καθ’ ὑπερβολὴν τῆς μίλης τοῦ πυρῆνος
ὑπὸ τὰ βλέφαρα τῆς ὑπαλείψεως γιγνομένης. ἐπράχθη δὲ
τοῦτο πρῶτον μὲν ἕωθεν, εἶτα τετάρτης ὥρας, εἶτα θ΄. ἐφ’
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]