De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
εἰρημένων, ἄνω δὲ τῶν δεύτερον, διὸ καὶ ταῖς ἐπ’ ἀγκῶνος
ἐνίοτε φλεβοτομίας ὑπακούουσιν, ὅταν ἥ τε φλεγμονὴ
πρόσφατος εἴη καὶ πλῆθος αἵματος. ἐφ’ ὧν δ’ ἡ διάθεσίς
ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατ’ ἰγνύαν ἐπὶ τούτου
χρὴ τέμνειν, ἢ πάντως γε τὰς κατὰ σφυρὰ φλέβας. αἱ δέ τῆς
μήτρας φλεγμοναὶ μᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι
φλεβῶν τεμνομένων ὠφελοῦνται. ταῖς γὰρ ἐπ’ ἀγκῶνος
κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρόν. ἐπέχουσι γὰρ ἐμμήνους
καθάρσεις, ἀντισπῶσαι τὸ αἷμα πρὸς τὰ τοῦ σώματος
ὑψηλότερα. ταῖς δ’ ἀπὸ τῶν σκελῶν οὐ μόνον ἀντισπάσαι,
ἀλλὰ καὶ προτρέπειν ὑπάρχει τὰ καταμήνια. καὶ ὅταν γε
τοῦτο πρᾶξαι βουληθῇς κατὰ τὸν καιρὸν τῆς εἰωθυίας τῇ
γυναικὶ περιόδου, προλαβὼν ἡμέρας ὡσεὶ γ΄, ἢ δ΄, ἤτοι φλέβα
τεμῶν ἢ ἀποσχάσας τὰ σφυρὰ τοῦ ἑτέρου τῶν σκελῶν ἀποκένωσον
ὀλίγον, εἶτα κατὰ τὴν ὑστεραίαν ὡσαύτως ἀπὸ
θατέρου σκέλους, αὖθις ὁμοίως κένωσον ἅμα τῷ καὶ προνοεῖσθαι
τῆς λεπτυνούσης διαίτης, ἐν αὐταῖς ταῖς ἡμέραις,
ἐν αἷς οὕτως κενοῖς, καὶ πρὸ αὐτῶν ἄλλαις ἤδη τέσσαρσιν ἢ
πέντε. γέγραπται δέ μοι περὶ τῆς λεπτυνούσης διαίτης εἷς
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]