De Curandi Ratione per Venae Sectionem (On Treatment by Bloodletting)
Kühn 1826
τῆς κεφαλῆς βάρη καὶ τὰς διὰ πλῆθος ὀδύνας κεχρονικυίας
ἐν αὐτῇ κουφίζειν εἴωθε σαφῶς ἡ ἐν τῷ μετώπῳ φλὲψ
τμηθεῖσα, τὰς δ’ ἀρχομένας τε καὶ τὰς ἀκμαζούσας ἢ ἐπ’
ἰνίου ἀντίσπασις διὰ σικύας, ἐνίοτε μὲν αὐτῆς μόνης,
ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν γιγνομένης. προκεκενῶσθαι δὲ
χρὴ τὸ σύμπαν σῶμα. κατὰ δὲ τὸν αὐτὸν λόγον ὄπισθεν
τῆς κεφαλῆς ὀδύνας ἀρχομένας καὶ ἀκμαζούσας ἡ ἐν μετώπῳ
φλὲψ ὠφελεῖ διαιρουμένη. τὰς μὲν γὰρ ἀντισπάσεις
ἅμα τῇ κενώσει ποιεῖσθαι χρὴ μᾶλλον ἐπὶ τῶν ἀρχομένων
ῥευμάτων. τὰς δὲ ἀπ’ αὐτῶν τῶν πεπονθότων μορίων ἢ
τῶν πλησίον αὐτοῖς, ἐπὶ τῶν οἷον ἐσκιῤῥωμένων φλεγμονῶν.
ἐφ’ ὧν δὲ σωμάτων οὐδὲν πάσχει μόριον οὐδέπω,
φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, ἐπὶ τούτων ἐπὶ
μὲν εἰθισμένου τοῦ ἀνθρώπου νοσήμασιν ἁλίσκεσθαι πυρετώδεσιν
ὥρᾳ θέρους ἐκκενῶσαι τὴν χορηγίαν αὐτῶν ἐφιέμεθα,
πᾶν μέρος εἰς ἀφαίρεσιν αἵματος ὁμότιμον ἐστίν·
ὥσπερ γε καὶ εἰ ἀρθριτικὸς εἴη πᾶσι τοῖς ἄρθροις πεπονθώς.
Work
Title: De Curandi Ratione per Venae Sectionem
English: On Treatment by Bloodletting
Original: Περὶ φλεβοτομίας θεραπευτικόν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 250-316
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_082.xml [136 Kb]