
De Hirundinibus, Revulsione, Cucurbitula, Incisione et Scarificatione (On Leeches, Revulsion, the Cupping Glass, Incision and Scarification)
Kühn 1826
ἐμβαλεῖν αὐτὰ εἰς ὕδωρ χλιαρὸν καὶ καθαρὸν ἀγγεῖον εὐρὺ,
ἔπειτα σπόγγῳ περιλαβόντες αὐτὰς καὶ τὸ γλοιῶδες ἀποκαθάραντες
διὰ τῶν χειρῶν προσέξομεν. μετὰ δὲ τὸ ἐμφῦναι
ἔλαιον χλιαρὸν ἐπιχέομεν τῷ μορίῳ, ὥστε μὴ ψυγῆναι. ἐπὶ
δὲ χειρῶν ἢ ποδῶν αὐτὸ τὸ μέρος ἐμβαλεῖν χρὴ τῷ ὕδατι,
ἔνθα εἰσὶν αἱ βδέλλαι. εἰ δὲ ὀλίγον ἅψοιντο, ψαλίζειν χρὴ
τὰς οὐρὰς αὐτῶν. ἐκχεομένου γὰρ τοῦ αἵματος, ἕλκουσαι
οὐ παύονται, μέχρις ἂν ἡμεῖς ἅλας ἢ σποδὸν προσπάσσωμεν
αὐτῶν τοῖς στόμασι. μετὰ δὲ τὸ ἀποπεσεῖν σικύᾳ χρὴ τὸ
ἰῶδες ἐξέλκειν· εἰ δὲ μὴ, πυριατέον σπόγγοις. τὰ δὲ σώματα,
εἰ μὲν ὑποδακρύει, κύμινον ἢ ἄλευρον προσπαστέον, ἔπειτα
ἐρίῳ ἔλαιον βραχὺ κατειλικτέον. εἰ δὲ αἱμοῤῥαγείη, ὀθόνια
ἐπιβλητέον ἐξ ὄξους ἢ κηκίδα κεκαυμένην, ἢ σπόγγον
δεύσας ὑγροπίσσῃ καὶ καύσας ἐπιθετέον. γινώσκειν δὲ χρὴ
ὡς αἱ βδέλλαι οὐ τὸ ἐν τῷ βάθει ἕλκουσιν αἷμα, ἀλλ’ αὐτὸ
τὸ παρακείμενον τῇ σαρκὶ εἰσμύζουσιν. χρώμεθα δὲ αὐταῖς
ἀντὶ σικυῶν, ἀποσπῶμεν δὲ αὐτὰς, ὁπόταν εἰκάσωμεν τὸ
Work
Title: De Hirundinibus, Revulsione, Cucurbitula, Incisione et Scarificatione
English: On Leeches, Revulsion, the Cupping Glass, Incision and Scarification
Original: Περὶ βδελλῶν, ἀντισπάσεως, σικύας καὶ ἐγχαράξεως καὶ κατασχασμοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 317-322
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_083.xml [11.1 Kb]