De Hirundinibus, Revulsione, Cucurbitula, Incisione et Scarificatione (On Leeches, Revulsion, the Cupping Glass, Incision and Scarification)
Kühn 1826
τὰς ἐπὶ κεφαλὴν καὶ σπλάγχνα ῥοπὰς τῶν χυμῶν. καὶ ἁπλῶς τὴν ἀντίσπασιν ποιητέον ἐπὶ μὲν τοῖς ἄνω ῥέουσι χυμοῖς εἰς τὰ κάτω, ἐπὶ δὲ τοῖς εἰς τὰ κάτω τοὐναντίον, καὶ ἐπὶ μὲν ταῖς ἔσω ῥοπαῖς ἔξω, καὶ πάλιν ἐπὶ ταῖς ἐκτὸς εἴσω, κᾂν πρὸς τὰ δεξιὰ ῥέπῃ, ἐπὶ τὰ ἀριστερὰ, καὶ εἰ πρὸς τὰ εὐώνυμα, πρὸς τὰ ἐναντία. οὕτω δὲ καὶ τὰς μὲν ὀπίσω ῥοπὰς πρόσω, τὰς δ’ εἰς πρόσω ὄπισθεν.
Περὶ σικύας.
Σικύαι προκενωθέντων χρήσιμοι. πληθωρικῶν γὰρ ὑπαρχόντων οὐ χρησόμεθα ταύταις. τῷ δὲ αὐτῷ λόγῳ κἀπὶ τῶν κατ’ ἐγκέφαλον καὶ μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδ’ ἐπ’ ἄλλου μορίου φλεγμαίνοντος οὐδενὸς, ἀλλ’ ὅταν μὴ ἐπιῤῥῇ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γένηται ἢ κινῆσαί τε καὶ ἐκμοχλεῦσαι τὸ καταφλεγμαῖνον, ἢ πρὸς τοὐκτὸς ἐπισπάσασθαι. γενομένων δὲ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιθετέον τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. κατὰ τὴν
Work
Title: De Hirundinibus, Revulsione, Cucurbitula, Incisione et Scarificatione
English: On Leeches, Revulsion, the Cupping Glass, Incision and Scarification
Original: Περὶ βδελλῶν, ἀντισπάσεως, σικύας καὶ ἐγχαράξεως καὶ κατασχασμοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 317-322
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_083.xml [11.1 Kb]