De Purgantium Medicamentorum Facultate (On the Power of Cleansing Drugs)
Kühn 1826
δ’ ἡ ἐν ταῖς καθάρσεσιν, ἀλλὰ τῶν ἄλλων ἀφαίρεσις, ὡς
καθαρὸν ἀποφῆναι τὸ αἷμα. κατὰ δὲ τοὺς περὶ Ἐρασίστρατον
ὁμότιμος ἁπάντων ἐστὶν ὥσπερ ἐν ταῖς φλεβοτομίαις,
οὕτω κᾀν ταῖς καθάρσεσιν ἡ κένωσις, ἃς οὐδὲ καθάρσεις
ὄντως, ἀλλὰ κενώσεις ἅμα διαφθορᾷ καὶ ἀλλοιώσει τῶν
κενουμένων ὑπάρχειν ἐροῦσιν. ἥκοντες τοίνυν ἐπὶ τὸν ἆθλον
οἵ τε μετρίως ἀναίσχυντοι τῶν σοφιστῶν οἵ τε ἐσχάτως ἀγωνιζέσθωσαν
ὥσπερ ἐν σταδίῳ μὴ λόγοις πρός με μηδὲ λήροις
μακροῖς, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις εἰς ἃ προσκαλοῦμαι κατὰ
τὴν πολυανθρωποτάτην πόλιν τήνδε, μυρίων ὁσημέραι μὲν
κατ’ αὐτὴν ἰκτεριώντων εὑρεθῆναι δυναμένων, μυρίων δὲ
ὑδερικῶν. ἀρκεῖ γάρ μοι περὶ τούτων πρῶτον ποιήσασθαι
λόγον. ἀγέτω τις πρός με τούτων δή τινα χωρὶς πυρετοῦ
μεστὸν ἔχων τῆς πικρᾶς χολῆς τὸ σύμπαν σῶμα, καὶ θεασάσθω
πῶς μετὰ τὸ παρασκευάσαι τὸν ἄνθρωπον ἡμέραις τισὶν,
ὅταν ἤδη μοι καιρὸς εἶναι δοκῇ, δοὺς ὑπήλατόν τι τῶν χολαγωγῶν,
εἰς τὸ κατὰ φύσιν ἐκ τῆς τοιαύτης καθάρσεως ἐπανάγω
τὸν ἄνθρωπον, οὐδὲν ὅλως ἔτι περὶ τὸ σῶμα πραγματευσάμενος.
Work
Title: De Purgantium Medicamentorum Facultate
English: On the Power of Cleansing Drugs
Original: Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 323-342
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_084.xml [41 Kb]