De Purgantium Medicamentorum Facultate (On the Power of Cleansing Drugs)
Kühn 1826
ὧν μὲν ἂν οὖν ἡ ῥώμη φαρμάκων ἐκλύηται θᾶττον,
ἐπὶ τοῖς ὑδατώδεσιν ἵστασθαι τὴν κένωσιν. ὧν δ’ ἂν ἐπὶ
πλέον ἐξαρκεῖ, κενοῦσθαι τούτων καὶ τὴν ξανθὴν χολήν.
ὅσα δὲ ἰσχυρότατα, τούτων καὶ τὴν μέλαιναν ἐπισπᾶσθαι.
παραχρῆμα μὲν οὖν ἔδοξε τοῖς θιασώταις ὁ τοιοῦτος εὖ λέγειν
καὶ πάντες ἐπεβόων αὐτῷ καὶ δρόμῳ πολλῷ καταλιπὼν ἡμᾶς
ἀπηλλάττετο, γινώσκων, οἶμαι, βεβαίως ὅτι μένων ἐξελεγχθήσεται.
δοθέντος μέντοι κατὰ τὴν ὑστεραίαν ὑφ’ ἡμῶν τοῖς
χορευταῖς αὐτοῦ βιβλίου τινὸς, ἐν ᾧ τῶν οὕτως ἐξαίφνης
ἀποτετολμημένων ἦν ἔλεγχος, οὐκέτ’ οὐδέποτ’ αὐτοῖς ἐκείνοις
ἔθ’ ὁμοίως ἦν πιθανὸς ἀπορῶν διαλύσασθαι τὰ προβεβλημένα.
ταυτὶ γὰρ ἐνεγέγραπτο τῷ βιβλίῳ, χθὲς μὲν ἀπέδρας
τὸν λόγον, ὅμοιόν τι ποιήσας ἀγωνιστῇ τὸν στέφανον
ἁρπάσαντι καὶ φυγόντι πρὶν ἀγωνίσασθαι, τήμερον δὲ οὐκ
ἐκφεύξῃ τὸν ἔλεγχον. ἀκολουθήσει γάρ σοι τουτὶ τὸ βιβλίον,
εἰς τὰς χείρας ἐμπεσὸν τῶν ἀμφίσε χορευτῶν. οὐδὲ γὰρ
ἧττόν τις πρὸς ἐκείνους ὁ λόγος ἐστὶν ἢ πρός σε, τοὺς οὐδέποτε
μὲν ἔμπροσθεν ἀκηκοότας σοῦ συγχωροῦντος ὑπάρχειν
Work
Title: De Purgantium Medicamentorum Facultate
English: On the Power of Cleansing Drugs
Original: Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 323-342
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_084.xml [41 Kb]