De Purgantium Medicamentorum Facultate (On the Power of Cleansing Drugs)
Kühn 1826
ὑπηλάτων ἐκκένωσον, ὃ σύμπαντες μὲν ἄνθρωποι τὴν
μέλαιναν χολὴν κενοῦν, σὺ δὲ οὐ κενοῦν, ἀλλὰ γεννᾷν πέπεισαι.
κᾄπειτ’ ἐὰν ὠφελήσῃς αὐτὸν, εὔχρουν ἀποφήνας τὸ σῶμα,
πᾶν ὁτιοῦν ἂν ἐθελήσας με παθεῖν, συγχωρήσω σοι, μηδὲν
μέντοι τὸν ἄνθρωπον ὀνήσας, ἀλλ’ εἰς τὸ ἔσχατον ἀγαγὼν
βλάβης, ἐπὶ τὰ βελτίω μετάστηθι καὶ τὴν Ἱπποκράτους ζήλωσον
τέχνην. ἀλλὰ περὶ μὲν τῶν ἰκτεριώντων ἅλις. ἐπὶ δὲ
τὸν ὑδεριῶντα μεταβὰς θέασαι πάλιν καὶ τοῦτον οὐχ ὁμοίως
ὑπό τε φλεβοτομίας διατιθέμενον καὶ φαρμάκου τινὸς τῶν
ὑδραγωγῶν. εἰ γὰρ μὴ δείξαιμι τὸ κατὰ τὸ ἦτρον ὑδατῶδες
ἐκκενούμενον ὑπὸ φαρμάκου, τότ’ ἔνεστί σοι καταγνῶναι μὲν
τοῦ παλαιοῦ λόγου νομίζοντος οὐ γεννᾶσθαι τὸν τοιοῦτον
χυμὸν, ὡς σὺ φῂς, ἀλλ’ ἐκ τοῦ σώματος ἕλκεσθαι πρὸς τοῦ
φαρμάκου. καθ’ ἡμῶν δ’ ὅ τι βούλει πράξαι, καὶ μὴν εἰ μελαίνης
χολῆς ἢ ξανθῆς ἀγωγὸν δοίης φάρμακον, οὐ κενώσεις
τὸν ὄγκον, καὶ οὕτως ἕκαστον τῶν φαρμάκων οἰκείου τινὸς
ἑλκτικόν ἐστι χυμοῦ. σὺ δ’ εἰ νομίζεις ἅπαντας ὁμοίως
Work
Title: De Purgantium Medicamentorum Facultate
English: On the Power of Cleansing Drugs
Original: Περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 323-342
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_084.xml [41 Kb]