Puero Epileptico Consilium (Advice to an Epileptic Boy)
Kühn 1826
ὑμῶν ἀκούων, ἐπιληπτικοὺς αὐτῷ γίνεσθαι παροξυσμούς.
ἐπεὶ δὲ ὀλιγωροῦντά με μᾶλλον ἢ ἀληθεύοντα νομίζεις ἀποδιδράσκειν
τὴν γραφὴν, ὃ μηδέποτε πρότερον ἔπραξα, τοῦτο
νῦν ὑπομένω πρᾶξαι σοὶ χαριζόμενος, ὑποθήκας τινὰς γράψαι
θεραπείας ἐπιλήπτου παιδός. ἐν αἷς ἀνάγκη τι καὶ
παρακοῦσαι τὸν ἰδιώτην καὶ σφαλῆναι περὶ τὸ μέτρον ἢ
τὸν καιρὸν τῆς χρήσεως. ἀποδέδεικται γὰρ ἡμῖν ἐν
ἑτέροις ὡς οὐκ ἐνδέχεται χωρὶς τοῦ μέθοδόν τινα ἐκμαθεῖν
θεραπευτικὴν ἰάσασθαί τι καλῶς οὐδὲ τῶν σμικροτάτων νοσημάτων,
μή τί γε τῶν οὕτω μεγάλων ἡλίκον καὶ τὸ τῆς ἐπιληψίας
ἐστί. καὶ ὅ γε Διονύσιος ἔφθανεν ἤδη κεκοινῶσθαί τε
ἐμοὶ καὶ συνδιεσκέφθαι περὶ τῆς ὅλης θεραπείας τοῦ παιδὸς,
πρὶν καί σε κελεῦσαι γράψαι τὰς ὑποθήκας τάσδε. ἀλλ’
ἐκείνῳ μὲν ῥᾳδίως τὴν ἐμαυτοῦ γνώμην ἐδήλωσα, συνιέναι τε
τῶν λεγομένων δυναμένῳ καὶ παρακοῦσαι μηδενὸς, ὡς ἱκανῶς
ἠσκημένῳ περὶ τὴν θεραπευτικὴν μέθοδον. σοὶ δὲ οὐδ’
ὅπως διέλθω τὸν λόγον οἶδα. τὸ μὲν γὰρ ἀκριβὲς ὲν αὐτῷ
διορισμῶν τε δεῖται πολλῶν καὶ ἀσαφέστερον ἢ κατὰ ἰδιώτην
Work
Title: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 357-368
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_086.xml [43 Kb]