Puero Epileptico Consilium (Advice to an Epileptic Boy)
Kühn 1826
ἐστὶ, τὸ δ’ αὖ σύντομόν τε καὶ σαφὲς οὐκ ἀκριβὲς ὑπάρχει.
ταῦτά τοι καὶ γράφειν ὤκνουν τὰς ὑποθήκας, καίτοι πάνυ
χαρίζεσθαί σοι προῃρημένος, ὅμοιόν τι πείσεσθαι προσδοκῶν,
οἷον ἂν ἔπαθε καὶ Φειδίας, εἰ μετὰ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα
πλάττειν ἠναγκάζετο δάκτυλον μὲν ἰδίᾳ, ἰδίᾳ δὲ αὖ βραχίονα
καὶ πόδα καὶ ῥῖνα καὶ οὖς, ἕκαστόν τε τῶν ἄλλων μορίων.
ἐμοὶ γὰρ οἷον ἄγαλμά τι γεγράφθαι νομίζω τὴν θεραπευτικὴν
μέθοδον, ἐν ὑπομνήμασι πλείοσιν οὐχ ὅπως ἰδιώτας
ὠφελεῖν δυναμένην, ἀλλ’ οὐδὲ τοὺς ἐπιτυχόντας τῶν ἰατρῶν.
ἐπεὶ δὲ σὺ βιάζεις με περὶ μορίου ἑνὸς τῆς τέχνης ποιήσασθαι
τὸν λόγον, ἄνευ τῆς ἄλλης ἁρμονίας, εἴκω τῇ βίᾳ καὶ
πείθομαι, καὶ γράφω σοὶ μὲν αὐτάρκεις ὑποθήκας, ἱκανὸν
γὰρ ἰδιώτῃ μὴ μέγα τι καὶ ἀνήκεστον ἐξαμαρτεῖν ἐν ταῖς τῶν
ἰατρῶν καὶ μάλιστα τῷ νομίμως μεμαθηκότι τοιούτοις ὁμιλεῖν
ὑπομνήμασιν. ἐκείνοις μὲν οὖν ἡ τῆς θεραπευτικῆς μεθόδου
πραγματεία γέγραπται, σοὶ δὲ καὶ τοῖς ἄλλοις ὅσοι τεχνῶν
Work
Title: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 357-368
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_086.xml [43 Kb]