Puero Epileptico Consilium (Advice to an Epileptic Boy)
Kühn 1826
τὸν ἐκ τοῦ παροξυσμοῦ κάματον. ἥτις δὲ ἡ λεπτὴ δίαιτα καὶ γνώσκειν μὲν οἶμαί σε καὶ διὰ τῶν ἐφεξῆς ἀναγνοὺς, οὐδὲν ἧττον ἀκούσει τί περὶ αὐτῆς. ἄρξασθαι γὰρ οὖν ἤδη μοι τῶν ὑποθηκῶν καιρός.
Εἰσβάλλοντος τοῦ ἦρος, καὶ γάρ πως οὕτως συμβαίνει κινεῖσθαι τὰ τῆς ἐπανόδου, καθῆραι φημὶ χρῆναι τὸν παῖδα μετρίᾳ καθάρσει. ταύτης δ’ ἂν ἐπιστατήσειε καὶ προσταίη παρὼν ὁ Διονύσιος, εἰδὼς ἀκριβῶς ὅπως τε χρὴ παρασκευάσαι πρὸς τὴν κάθαρσιν τὸ σῶμα, καὶ ᾧτινι χρήσασθαι φαρμάκῳ καὶ ἐν πόσῳ καὶ ὁποίῳ καιρῷ· καὶ μὲν δὴ καὶ μεθ’ ἡμῶν ὑπὲρ τούτων ἤδη διέσκεπται. ὥστε τὸ μὲν σῶμα παρὸν ἔχεις Ἀθήνησι τοῦ Διονυσίου, τὴν ψυχήν τε καὶ τὴν γνώμην ἅμα ἐκείνῳ καὶ τὴν ἐμήν. μετὰ δὲ τὴν κάθαρσιν, ὅταν ὅ τε Διονύσιος οἴχηται καὶ ὁ παῖς ὑπολείπηται κατὰ τὰς Ἀθήνας, ὧδε χρὴ διαιτᾷν αὐτόν. ἕωθεν μὲν ἐκ τῆς κοίτης ἀναστὰς, πρὶν τοῖς διδασκάλοις φοιτᾷν, περιπατείτω μετρία μὴ σφόδρα συντόνῳ βαδίσματι. τὸ δ’ ἀπὸ τοῦδε μέχρι τοῦ τῆς παλαίστρας καιροῦ τοῖς
Work
Title: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 357-368
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_086.xml [43 Kb]