Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

τὰ λοιπὰ δύο μέρει μετὰ τῶν ἰσχυροτέρων ὄψων. εἰρήσεται δὲ τὰ ἰσχυρότερα μικρὸν ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα διέλθω τὰ χωρὶς βλάβης λαμβανόμενα. λαχάνων οὔτε θριδακίνης οὔτε μαλάχης οὔτε ἀτραφάξυος οὔτε βλίτου τὸ σύμπαν εἴργεσθαι κελεύω, λαμβάνειν δ’ οὐκ ἀεὶ μὲν ταὐτὸ, ἄλλοτε δὲ ἀπ’ ἄλλου τὸ μέτριον. ἐκ ταὐτοῦ δὲ γένους ἐστὶ καὶ τὸ τεῦτλον καὶ κράμβη. χρὴ γὰρ καὶ τούτων ἀπογεύσασθαι τὰ σύμμετρα. πράσου δὲ καὶ σελίνου καὶ σμυρνίου προσάψασθαί ποτὲ συνοίσει καὶ τῶν ὀπωρῶν ὅσαι μὴ παντάπασιν ὠμαὶ καὶ δύσπεπτοι τὴν φύσιν εἰσίν. ἴσχουσί τε γὰρ τινα περιττώματα σφῶν αὐτῶν καὶ τῶν ἄλλων σιτίων. τά τε οὖν μόρα καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ σῦκα καὶ εἴ τινα τούτοις ἔοικεν, ἀλύπως διέξεισι, καὶ ἡ καλουμένη κολοκύνθη τῶν μαλακωτάτων λαχάνων οὐδενὸς ἀποδεῖ καὶ οἱ πέπονες οἱ σίκυοι. μοχθηροὶ γὰρ ὅσοι μὴ τοιοῦτοι. καὶ βοτρύων πεπείρων ἅψασθαί ποτε συγχωρῆσαι τῷ παιδὶ, μήλων δὲ καὶ ἀπίων ἐλάχιστά τε καὶ σπανιάκις προσφέρεσθαι, καὶ 

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download