Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

μαθήμασι σχολαζέτω, καθότι σύνηθες, ἐπειδὰν δὲ πρῶτον αὐτῶν ἀπαλλαγῇ, περιπατήσας αὖθις, οὕτως εἰς τὸν παιδοτρίβην ἀπίτω. χρὴ δὲ τοῦτον, εἴπερ τινα καὶ ἄλλον τῶν προνοησομένων τοῦ παιδὸς, ἱκανῶς εἶναι φρόνιμον. ἔστι δὲ οὐ πάνυ τι ῥᾴδιον εὑρεθῆναι τοιοῦτον, ὡς ἂν ἐξ ἀνθρώπων τῆς ἐκλογῆς γινομένης ἀπαιδεύτων τοὐπίπαν καὶ οὕτως ὀνωδῶν τε καὶ παχέων τὴν ψυχὴν, ὥσπερ καὶ τὸ σῶμα. μὴ τοίνυν ὡς μικρὸν τοῦτο παρέλθοι σε, μηδὲ ἐπιτρέψεις τὸν παῖδα τῷ προστυχόντι, γινώσκων ὡς τὸ μὲν κεφάλαιον τῆς θεραπείας ἐν δυοῖν τούτοιν ἐστὶ τῇ χρήσει τοῦ δοθέντος σοι πρὸς ἐμοῦ φαρμάκου καὶ τοῖς γυμνασίοις. τὰ δ’ ἄλλα πάντα παρασκευή τις ὑπάρχει πρὸς ταῦτα. τὸν μὲν δὴ παιδοτρίβην συνεκλέξοιτό σοι Διονύσιος. ἔστωσαν δ’ αὐτῷ σκοποὶ τῶν γυμνασίων, ἐν μὲν τῇ ποσότητι τό τε πρὶν κάμνειν ἀναπαύειν τὸν παῖδα καὶ τὸ θερμῆναι σύμπαν τὸ σῶμα καὶ κενῶσαι συμμέτρως. ἄμφω δ’ εἰς ἕνα καιρὸν τὸν αὐτὸν συμβαίη· ἡνίκα γὰρ αὐτάρκως ἐκκενοῦται τὸ περιττὸν, ἐκτεθέρμανται δὲ ἱκανῶς ἤδη τὸ

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download