Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

σῶμα, τηνικαῦτα καταπαύων τις τὰ γυμνάσια πρὶν ἄρχεσθαι πονεῖν ἀναπαύσεται, τὸ δ’ ἐπέκεινα τοῦδε τοῦ καιροῦ γυμνάσιον ἅπτεται μὲν ἤδη τῶν στερεῶν σωμάτων καὶ συντήκει τὴν ἕξιν, ἀθροίζει δ’ ἔν τε τοῖς ἄρθροις μάλιστα καὶ τοῖς μυσὶ τὰ συντήγματα. κἀντεῦθεν ὅ τε κάματος ἕπεται τῆς δυνάμεως, εἶθ’ ἑλκώδης αἴσθησις, ἐπειδὰν κινῆσαί τι μόριον ἐπιχειρήσωσι, καὶ τοῦτ’ ἐστὶν ὁ κόπος. οὐ μόνον τοίνυν φρόνιμον, ἀλλὰ καὶ τρίβωνα μετρίου γυμνασίου εἶναι χρὴ τὸν παιδοτρίβην, ὡς μήτε θᾶττον τοῦ δέοντος καταπαύοι, δεδιὼς τὸν ἀκολουθήσοντα κάματον, μήτε θερμῆναι καὶ κενῶσαι τελέως ἅπαν τὸ περιττὸν ὀριγνώμενος τῷ κόπῳ περιβάλλοι τὸν παῖδα. τοῦ μὲν δὴ μετρίου τῶν γυμνασίων οὗτοι σκοποί· τῆς ποιότητος δὲ ῥῶσαι σύμπαντα τὰ μόρια, καὶ μάλιστα κεφαλὴν καὶ γαστέρα, καὶ ταύτης ἐξαιρέτως τὰ κατὰ τὸ στόμα τῆς γαστρός. ὅπως δ’ ἄν τις καὶ τούτου τυγχάνοι καὶ δὴ φράσω. πρῶτον μὲν ἐπειδὴ τὰ σφοδρὰ γυμνάσια πληροῖ τὴν κεφαλὴν, ἀπέχεσθαι τῶν τοιούτων κελεύω. δεύτερον, εἰ καὶ δεήσειέ ποτε

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download