Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

χρήσασθαι, τῆς κεφαλῆς ὀρθίας ἀνεστηκυίας κινείσθω τὰ κάτω, καὶ τούτων μάλιστα τὰ σκέλη, καὶ τρίτον ἐπὶ τούτοις ἀπὸ σμικρῶν καὶ βραδέων κινήσεων ἀρξάμενος ὁ παιδοτρίβης ἐπὶ τὸ σφοδρότερόν τε καὶ θᾶττον οὕτως ἀναγέτω. τὸ δ’ ἀθρόως ἐπὶ τὸ σύντονον ἔρχεσθαι γυμνάσιον οὐ τοῖς ἀσθενέσι μόνον, ἀλλὰ καὶ τοῖς ἰσχυροῖς σώμασιν ἐσχάτως βλαβερόν. ἡγεῖσθαι δὲ χρὴ καὶ τὴν τρίψιν εἶναι γυμνάσιον καὶ μάλιστα τοῖς ἀσθενεστέροις σώμασι, καὶ πολλάκις γε καὶ μόνη καλῶς γιγνομένη, τῶν γε ἄλλων κινήσεων οὐδὲν ἔτι προσδεῖται. χρὴ δὲ τὰ μὲν πρῶτα διὰ σινδόνων ἀτρέμα ἄνωθεν κάτω τῶν χειρῶν φερομένων ἐρυθραίνειν τὸ σῶμα, τὴν ἀρχὴν ἀπὸ βραχιόνων τε καὶ χειρῶν ποιουμένοις, εἶθ’ οὕτως ἐπὶ τὰ στέρνα τε καὶ γαστέρα προϊόντας, ἑξῆς δὲ καὶ τὰ σκέλη τρίβειν ἱκανώτερον, ὡς ἐκ τῶν ἄνω τι μεταῤῥέοι τῇδε, κᾄπειθ’ οὕτως ἅπτεσθαι τῆς κεφαλῆς. τὸ δ’ εὐθὺς ἐξ ἀρχῆς ἐπὶ ταύτην ἰέναι σφαλερὸν, ἔτι γὰρ μεστοῦ τοῦ σώματος ὄντος ἐπὶ τὸ πρῶτον θερμανθὲν ἕλκεται τὰ περιττώματα. χρὴ τοίνυν τῶν ἄλλων ὑστάτην

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download