Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

μορίων τρίβεσθαι τὴν κεφαλὴν, ὡς εἴρηται νῦν, χωρὶς τοῦ λίπους. ἐπειδὰν δὲ καὶ τὸ ἔλαιον προσαγάγῃς, οὐδὲν κωλύει σὺν καὶ τοῖς ἄλλοις, ὥστε τὸν μέν τινα τὴν κεφαλὴν, ἑτέρους δὲ δύο τὰ περὶ τὰ στέρνα τε καὶ τὴν γαστέρα καὶ τοὺς ἄλλους δύο τὰ σκέλη τρίβειν. οὕτως δὲ καὶ μετὰ τὰ γυμνάσια, καὶ μᾶλλόν γε τηνικαῦτα τρίβειν ἅμα σύμπαντα τὰ μέλη. θᾶττόν τε γὰρ οὕτως ἀναπαύεται τὸ σῶμα καὶ ἧττον περιψύχεται. χρὴ δὲ, εἴπερ τινος ἄλλου, καὶ τούτου φροντίζειν. ἀλουτεῖν δὲ προσήκει τὰ πολλὰ καὶ ταῖς παλαίστραις μὴ εὐθὺς ἐξιέναι μετὰ τὸ γυμνάσιον, ἀλλ’ ἐπειδὰν ἀκριβῶς καταστῇ τὸ πνεῦμα καὶ παύσηται τελέως ἡ ἐκ τοῦ γυμνασίου ταραχὴ, τηνικαῦτα δή που καὶ τὴν κεφαλὴν ἐπιπλεῖστον τρίβειν σινδόνι, πολλάκις δὲ καὶ κτενὶ προχρῆσθαι.

Μετὰ δὲ ταῦτα πρὸς τὸ ἄριστον ἰέναι, καί τι πρό γε αὐτοῦ τῶν λαπαττόντων τὴν γαστέρα λαχάνων, ἢ καὶ ταρίχους, ἢ πτισάνης, ἢ ἐλαίων ἅμα τῷ τρίτῳ μέρει τοῦ ἄρτου προσενεγκάμενον, εἰς τὸ δεῖπνον ἀποθέσθαι

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download