Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

ὅθεν οὐδὲ τοῖς ἄλλοις μὲν ἀλύποις, γλίσχρον δέ τινα χυμὸν, ἢ ψυχρὸν ἢ παχὺν ἔχουσιν, ἐγχρονίζειν προσήκει. τοιαῦτα δέ ἐστιν ἀτράφαξύς τε καὶ βλίτον καὶ μαλάχη, ὧν οὐκ εἴργομεν ἅπτεσθαι, διὰ παντὸς δ’ ἐν αὐτοῖς καταγίνεσθαι κωλύω. τούτου δὲ τοῦ γένους εἰσὶ καὶ αἱ κολόκυνθαι, καὶ πολὺ δὲ μᾶλλον αὐτῶν οἵ τε σικυοὶ καὶ τὰ μῆλα καὶ ἄπια καὶ πάντων ὅσα φλεγματικὸν καὶ παχὺν ἢ γλίσχρον ἔχει χυμὸν, ἢ ἔδεσμα χείριστον, οἵ τε μύκητες ὀνομαζόμενοι. τούτου μέν γε τελέως ἀπέχεσθαι συμβουλεύω, καθάπερ καὶ τῶν γογγυλίδων, ὅσα τε ἄλλα τὴν ῥίζαν ἐδώδιμον ἔχει. παχύχυμά τε γάρ ἐστι καὶ δυσκατέργαστα τοὐπίπαν, ὅσα τ’ ἄλλα τοιαῦτα, πλὴν εἴ τινα τούτων ἔχει τι δριμὺ καὶ θερμὸν ἐν ἑαυτοῖς, οἷον οἵ τε δαῦκοι καὶ αἱ ῥαφανῖδες. ἀλλὰ ῥαφανίδων μὲν ἐκ περιόδου τινος ἡμερῶν οὐ κωλύω γενέσθαι. δαύκων δὲ καὶ ἀπέχεσθαι πειρᾶται, καὶ τούτων ἔτι μᾶλλον γογγυλίδων. πλεονάζειν δὲ ἐν τῇ χρήσει τῶν ἐδεσμάτων ὅσα δριμύ τι καὶ τμητικὸν ἔχει χωρὶς ἐπισήμου

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download