Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

κακοχυμίας, ἤ τινος ὀδμῆς ἅψασθαι τῆς κεφαλῆς δυναμένης. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ὅσα διὰ θερμότητα τὴν κεφαλὴν συμπληροῖ, καθάπερ οἶνός τε καὶ νᾶπυ καὶ πετροσέλινον καὶ δαῦκος καὶ κρόμμυον καὶ σμύρνιον. ταῦτα μὲν καὶ πέρα τοῦ δέοντος ἐστὶ καυσώδη τε κακόχυμα. τὸ δὲ νᾶπυ καίτοι γ’ ἐπιτηδειότατον ὑπάρχον ὅσον ἐπὶ τὸ τέμνειν τοὺς χυμοὺς, ὡς ἁπτόμενον τῆς κεφαλῆς παραιτητέον. ὀξυμέλιτι δὲ χρηστέον θαῤῥοῦντα, κᾂν εἰ καθ’ ἑκάστην ἡμέραν βούλοιο. δύναται δὲ ἥ τε κάππαρις δι’ αὐτοῦ λαμβάνεσθαι καί τινα ταρίχη τῶν μικρῶν, ἐλαίου δηλονότι παραχεομένου βραχέος, εἰς ὅσον ἡδῦναι προσήκει τὸ ὄψον. ἀλλὰ τοῦτο μὲν ὥσπερ τι φάρμακόν ἐστιν αὐτῆς τῆς διαθέσεως. καὶ μᾶλλον εἰ καὶ τὸ ὄξος ἐσκευασμένον εἴη διὰ τῶν σκιλλῶν, ὃ δὴ καλοῦσι συνήθως ἅπαντες ἤδη σκιλλητικὸν, ὅπερ ἐγὼ μὲν, εἴπερ τι καὶ ἄλλο, καὶ τούτων· θάτερον ἐφ’ ἑκάστῃ κελεύω λαμβάνειν ἡμέρᾳ, λέγω δὲ τὴν κάππαριν ἢ τὸ τάριχος ὀξυμέλιτος ἔχον. εἰ δὲ καὶ πίνειν ἐθελήσειεν ὁ παῖς ὀξύμελι, ἔστω μὲν ἐσκευασμένον ἕτοιμον,

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download