Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

οὐκ αὐτοσχέδιον ἐπὶ τοῦ καιροῦ συντιθέμενον ἐξ ὠμῶν ἀμφοτέρων. ὡς δὲ χρὴ σκευάζειν αὐτὸ, γεγράψεται μετ’ ὀλίγον. ὕδατι δὲ κεραννύσθω πλείονι· καὶ γὰρ καὶ ἥδιον οὕτω γένοιτ’ ἄν· καὶ χειμῶνος μὲν θερμὸν λαμβανέσθω, θέρους δὲ οὐδὲν ἂν κωλύσειε καὶ ψυχρῷ χρῆσθαι πολλάκις, εἰ θάλπος γε ὑπερβάλλον εἴη καὶ δίψος σφοδρὸν καὶ ὁ λαμβάνων μὴ παντάπασιν ἀήθης πόσεως ψυχροῦ. τά τε γὰρ ἄλλα καὶ ἀδιψότατόν ἐστιν ὀξύμελι τὸ μὴ λίαν γλυκὺ καὶ μᾶλλον εἰ ὕδατι ψυχρῷ κεραννύοιτο. καί μοι πολλάκις ἤρκεσεν ἐπίληπτον παῖδα τελέως ἐξιᾶσθαι μετὰ τὴν πρώτην κάθαρσιν, οὐδὲν τῆς ἀρχαίας διαίτης μεταποιήσαντι, πλὴν τὰ περὶ τὴν δόσιν τοῦ ὀξυμέλιτος καὶ τὴν χρῆσιν τοῦ φαρμάκου. ἀλλ’ ἐπεὶ μήτε γινώσκω τὴν φύσιν τοῦ παιδός σου, μήτ’ εἰς ὅσον ἰσχύος ἥκει τὸ πάθος οἶδα, μήτ’ αὐτὸς ἐφεστάναι μέλλω παρὼν, οὐκ ἔχω μαντεύσασθαι τίνων ἐλαχίστων τὸν ἀριθμὸν δεῖται βοηθημάτων, ἀλλ’ ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων ὑποτίθεσθαι. μετὰ τοίνυν τὰ γυμνάσια κατὰ τὸ ἄριστον ὀξυμέλιτί τε χρηστέον, ὡς εἴρηται,

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download