Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

καὶ λαχάνοις τισὶν ἐλαίαις τε καὶ καρύοις καὶ σύκοις καὶ ἰσχάσιν, οὐχ ἅμα πᾶσιν ἐφ’ ἑκάστης ἡμέρας. ἓν γάρ που καὶ ἁπλοῦν ἔστω τὸ λαμβανόμενον, ἀλλ’ ὑπὲρ τοῦ ποικίλλεσθαι τὴν δίαιταν ὑπὲρ ἁπάντων δίειμι. κατὰ δὲ τὸν καιρὸν τοῦτον, ὡς ἐλέγετο, καὶ τῶν ἄλλων ἀκροδρύων ἁπτέον ἐπιθυμοῦντος τοῦ παιδὸς, ἐπεὶ ἄλλως γε κάλλιον ἀπέχεσθαι μὴ ὅτι νοσήματος ἰάσεως ἕνεκεν, ἀλλὰ καὶ πρὸς τὴν ὅλην ὑγείαν, ὡς καὶ ἡμᾶς ὁρᾷς ἀπεχομένους ἁπάντων σχεδὸν τῶν ὡραίων ἐδεσμάτων. ἀλλὰ γὰρ οὐ φιλοσόφοις γράφομεν ὑποθήκας διαίτης ὑγιεινῆς, ὡς ἔμοιγε τοῦτ’ ἂν ἦν εὐκταιότατον, οὐκ εἰς τὴν τοῦ πάθους ἴασιν μόνον, ἀλλὰ καὶ πρὸς τὸν σύμπαντα τοῦ παιδός σου βίον. ἐπιτρεπτέον οὖν αὐτῷ προσφέρεσθαι φανερῶς τε καὶ κατὰ καιρὸν, ὅσα μὴ μεγάλας ἔχει τὰς βλάβας, ἵνα μὴ λαθραίως τε καὶ ἀκαίρως ἀπολαβὼν αὐτῶν βλάπτηται μειζόνως. καὶ γὰρ ἀθρόως καὶ πλειόνως ἐμπίπλανται τῶν ἐπιθυμουμένων οἱ φανερῶς ἐξειργόμενοι μὴ χρῆσθαι. ταῦτά τοι καὶ συγχωρῶ τοῖς παισὶν ἐγὼ πολλὰ τῶν οὐκ ἐπιτηδείων ἐδεσμάτων, ὅσα γε μὴ μεγάλως βλάπτει

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download