Puero Epileptico Consilium (Advice to an Epileptic Boy)
Kühn 1826
φανερῶς τε καὶ κατὰ καιρὸν καὶ σὺν τῷ προσήκοντι μέτρῳ προσφέρεσθαι μᾶλλον ἢ ὥστε διὰ τὴν σφοδρὰν ἐπιθυμίαν ἀκαίρως ἀναγκασθῆναι πλείω τε ἅμα καὶ λάβρως προσενέγκασθαι. τὰ μὲν δὴ κατὰ τὴν τροφὴν οὕτω διατετάχθω.
Μετὰ δὲ ταῦτα διαλιπόντα χρόνον ὀλίγον ἀτρέμα περιπατῆσαι κελεύω πρὶν ἐπὶ τὰ μαθήματα παραγίνεσθαι. καὶ μὲν δὴ καὶ ἀπαλλαγέντα τῶν μαθημάτων, αὖθις ἀξιῶ περιπατῆσαι πρὸ τοῦ δείπνου, κἄπειθ’ οὕτως τοῦ μὲν ἄρτου τὰς ὑπολοίπους δύο μοίρας προσφέρεσθαι, τῶν δ’ ἄλλων ἕκαστον ὡς εἴρηται, κρέας μὲν ἁπάντων σχεδὸν τῶν πτηνῶν, πλὴν ὅσα λιμναῖαι. τῶν τετραπόδων δὲ μάλιστα μὲν ἁπάντων ἀπέχεσθαι· εἰ δ’ ἄρα ποτὲ καὶ δεήσει χρήσασθαι, τοῦ μὲν ἡμέρου συὸς τοῖς ἀκρέοις τε καὶ τῇ γαστρὶ, τοῦ δὲ ἀγρίου καὶ ταῖς σαρξὶ χρῆσθαι, γεύεσθαι δὲ καὶ τῶν ἐρίφων, ἔστι δ’ ὅτε καὶ τῶν λαγωῶν, ἁπάντων ἠρτυμένων ἁπλῶς ἢ ὠπτημένων ἄνευ κνίσης. τὸ δ’ ἁπλῶς
Work
Title: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 357-368
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_086.xml [43 Kb]