Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

καὶ ἐρέβινθοι, καὶ ἡ πτισάνη δὲ μὴ ἀκριβῶς καθεψηθεῖσα φυσώδης ἐστὶν, ὥστε καὶ ταύτην ἑψεῖν ἢ μὴ χρῆσθαι. καὶ ἡ φακῆ δὲ καλῶς ἑψηθεῖσα πᾶν ἀποτίθεται τὸ φυσῶδες. ἀλλ’ οὐ χρὴ πλεονάζειν ἐν αὐτῇ, παχὺν ὑποτρεφούση χυμόν. εἰς μὲν δὴ τὴν ἐφήμερον δίαιταν ἱκανὰ καὶ ταῦτ’ ἐστὶ παραγγέλματα.

Τῷ δὲ διὰ τῆς σκίλλης φαρμάκῳ τῷ πρὸς ἡμῶν σοι δεδομένῳ μετὰ τὴν κάθαρσιν, ἣν εἰσβάλλοντος τοῦ ἦρος ἠξίωσα γενέσθαι, χρήσεται καθ’ ἑκάστην ἡμέραν ὁ υἱός σου, πρὶν εἰς τὴν παλαίστραν ἀπιέναι, καὶ εἰ μὴ μεγάλη τις εἴη πάνυ καὶ σκιῤῥώδης ἡ νόσος ἐν τεσσαράκοντα ταῖς πάσαις ἡμέραις ἐλπίζειν ἐπὶ τῷδε τῷ φαρμάκῳ τελέως αὐτὴν καταστήσασθαι, ὡς ἔγωγε μυρίους ἤδη παῖδας ἰασάμην οὕτως, μηδὲν δεηθεὶς ἑλλεβόρου. χρὴ δὲ μετὰ τὴν κάθαρσιν πρὸ τοῦ χρῆσθαι τῷ φαρμάκῳ πιεῖν ἀψίνθιον καὶ ἅπαξ που καὶ δίς. ὀξύμελι δὲ τὸ μὲν ὀξύτατον τέταρτον ἔχει μέρος τοῦ ὄξους ὡς πρὸς τὸ μέλι. παραλαμβάνει δὲ τὸ γλυκύτατον ὄγδοον. τὰ δ’ ἄλλα

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download