Digital Corpus for Graeco-Arabic Studies

Galen: Puero Epileptico Consilium (Advice to an Epileptic Boy)

Kühn 1826

τὰ μεταξὺ μέτρα καθ’ ὅσον ἂν ἑκατέρῳ τῶν ἄκρων προσκεχώρηκε, κατὰ τοσοῦτον ὀξύτητος ἢ γλυκύτητος μετέχει. χρὴ δὲ καὶ ἑψεῖσθαι πάντως αὐτό· καὶ γὰρ ἑνωθείη οὕτως ἂν ἀκριβῶς ἄμφω τὰ μιχθέντα, καὶ τὸ σφοδρὸν τῆς τοῦ ὄξους δυνάμεως καθαιρεθείη καὶ τὸ φυσῶδες ἐν τῷ μέλιτι κολασθείη. καὶ γὰρ δὴ καὶ τὸν ἀφρὸν αὐτοῦ πάντως ὁ ἕψων ἀφαιρήσει. κατὰ δὲ τὴν Ἑλλάδα καὶ τὰς πλείστας τῶν νήσων οἶδα καὶ τὸ ἐκ τῶν κηρίων σκευαζομένων ὀξύμελι. καί σοι καὶ τούτῳ χρῆσθαι πάρεστιν ἀδεῶς καὶ μάλιστα θέρους, Ἀθήνῃσί γε διατρίβοντος τοῦ παιδός. ὁπηνίκα δὲ χρὴ γλυκύτερον ἢ ὀξύτερον αὐτὸ διδόναι καὶ ὑδαρέστερον καὶ ἀκρατέστερον, οὐκ ἐμὸν ἔτι τοῦτο διελεῖν, ὥσπερ οὐδὲ ἄλλα πολλὰ τῶν κατὰ μέρος, ἀλλὰ τοῦ παρόντος τε καὶ θεωμένου τὸ θεραπευόμενον σῶμα καὶ δυναμένου τεκμήρασθαι περὶ τῆς τῶν χυμῶν διαθέσεως. ἐπὶ μὲν γὰρ τοῖς παχέσι καὶ γλίσχροις ὀξυτέρῳ τε καὶ ἀκρατεστέρῳ χρηστέον, ἐπὶ δὲ τοῖς μὴ τοιούτοις ὑδαρεστέρῳ καὶ γλυκυτέρῳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τἄλλα σύμπαντα τὰ

Work

Title: Galen: Puero Epileptico Consilium
English: Advice to an Epileptic Boy
Original: Τῷ ἐπιλήπτῳ παιδὶ ὑποθήκη

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 357-368

Publisher: Cnobloch, Leipzig

Download