De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
λιπαρὸν ἢ γλίσχρον ἢ κοῦφον ἐπισκοποῦντας, ὁπότε ζητοῦμεν
εἰ θερμαίνειν πέφυκεν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν
τὸ ἀνθρώπειον σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτ’
εἰ τὴν χροιὰν ἐρυθρόν ἐστιν τὸ ῥόδον, οὔτ’ εἰ λευκὸν τὸ ψιμμύθιον.
οὐ γὰρ ἐξ ἀνάγκης οὔτε τὸ ἐρυθρὸν θερμὸν οὔτε
τὸ λευκὸν ψυχρόν ἐστιν, ἀλλ’ εἰ προσφερόμενα τοῖς σώμασιν
ἡμῶν ἐκθερμαίνει πρώτως καὶ καθ’ ἑαυτὰ καὶ μήτε διὰ μέσου
τινὸς ἑτέρου μήτε κατὰ συμβεβηκὸς εἴη, κᾂν οὕτω γε,
θερμὰ τὴν δύναμιν, ὥσπερ εἰ καὶ ψύχει, ψυχρά. ἐπεὶ πόθεν,
ὦ πρὸς θεῶν, ἔχομεν εἰπεῖν εἰ θερμόν ἐστιν τὴν δύναμιν τὸ
λευκὸν πέπερι καὶ ὁ κόκκος ὁ Κνίδιος καὶ ὁ κνίκος καὶ ἡ τίτανος
καὶ ὁ λευκὸς ἑλλέβορος; ἢ πόθεν ὅτι ψυχρὸς ὁ Σάμιος
ἀστὴρ καὶ γῆ Σελινουσία καὶ ψιμμύθιον καὶ χιὼν καὶ γάλα;
λευκὰ μὲν γὰρ τὴν χρόαν ἐστὶ σύμπαντα τὰ εἰρημένα, κατὰ
μέντοι τὰς δυνάμεις αὐτῶν ἐναντιώτατα. ἔστι μὲν οὖν ἡ
χιών τε καὶ ἡ τίτανος τὴν χροιὰν ὁμοιότατα, κατὰ δὲ τὰς
δυνάμεις αὐτῶν ἐναντιώτατα, ἀλλὰ τὴν ἐναντίωσιν ἡ αἴσθησις
κρίνει. τῆς μὲν γὰρ χιόνος προσαγομένης, εὐθύς τε κατὰ
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]