Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

πρώτην προσβολὴν ψυχρᾶς αἰσθανόμεθα καὶ μέχρι περ ἂν ἅπτηται, ψυχούσης ἀεὶ καὶ μᾶλλον. ὁρῶμεν δὲ μήθ’ ὑπομένουσαν ἔτι μήτε σωζομένην, εἰ βραχείας ἐπιλάβηται θερμότητος. ἡ δὲ τίτανος οὔτε κατὰ τὴν πρώτην προσβολὴν φαίνεται ψύχουσα, καὶ μέχρι περ ἂν ἡμῖν πλησιάζῃ, θερμαίνει σαφῶς ἀεὶ καὶ μᾶλλον. ᾧ καὶ δῆλον ὡς τῷ διαπαντὸς ἕν τι ποιεῖν, ἄχρι περ ἂν ἡμῶν ἅπτηται τὸ φάρμακον, ἡ οἰκεία αὐτοῦ δύναμις κριθήσεται.

Τὸ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔστ’ ἂν ὁμιλῇ, θερμαῖνον ἀεὶ καὶ μᾶλλον, οὐ κατά τι συμβεβηκὸς, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶ τοιοῦτον. οὕτω δὲ καὶ τὸ ψῦχον ἀπ’ ἀρχῆς μέχρι τέλους ψυχρόν ἐστιν κατὰ τὴν ἑαυτοῦ δύναμιν, οὐ κατὰ συμβεβηκός. εἰ δὲ μήτε ἀναμείνας χρόνον ἐξ ὑστέρου τε μετὰ τὴν πλύσιν ἐξετάσεις τὴν δύναμιν αὐτοῦ, σφαλήσῃ πολλαχόθεν. καὶ ἴσως δέ ποτε καὶ τὸ ψυχρὸν ὕδωρ οὐ ψυχρὸν μόνον ἐρεῖς τὴν δύναμιν, ἀλλὰ καὶ θερμόν. ὅτε μὲν ψῦχον φαίνεται, διὰ παντὸς, ἔστ’ ἂν ἡμῖν πλησιάζῃ, ψυχρὸν, ὅτε δὲ πολλάκις ἐπανάκλησιν θερμότητος

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download