Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ψυγήσεται. θάλατταν δ’ ἀλύπως ἤνεγκαν, οὐ δι’ ὅλης ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς ἐνίοτε πάμπολλοι τῶν νέων. ᾧ δῆλον ὡς τὸ μὲν ὕδωρ τὸ γοῦν πότιμον καὶ γλυκὺ κατὰ τὴν ἑαυτοῦ φύσιν ἀεὶ ψυχρόν ἐστιν, ἡ θάλαττα δ’ οὐχ ὁμοίως· εἰ δὲ καὶ μὴ προσθείη μέν ποτε ἐν τῷ λόγῳ τὸ πότιμον, ἀλλ’ ἁπλῶς εἴποιμεν ὅσον ἐφ’ ἑαυτὸ ψυχρὸν εἶναι τὸ ὕδωρ, οὐ χρὴ συκοφαντεῖν ὡς ἐλλιπῶς ἢ ἀδιορίστως εἰρηκότας. ὅ τι γὰρ ἂν ἀκριβῶς τε καὶ εἰλικρινῶς ὕδωρ ᾖ πάσης ἑτέρας οὐσίας ἄμικτον, ἐξ ἀνάγκης ἐκεῖνο ψυχρόν ἐστι κατὰ τὴν ἑαυτοῦ δύναμιν· εἰ δ’ ἤτοι δι’ ἀσφαλτώδους, ἢ θειώδους, ἢ νιτρώδους, ἢ στυπτηριώδους χωρίου διηθούμενον ῥύπτοιτό τι τῆς οὐσίας αὐτοῦ καὶ ἅμα ἑαυτῷ παρασύροι, μικτὸν ἤδη τὸ τοιοῦτόν ἐστι καὶ οὐκ ἀκριβῶς ὕδωρ, ὥσπερ εἰ καὶ σὺ βουληθείης αὐτὸς ἢ ἁλῶν, ἢ στυπτηρίας, ἤ τινος ἑτέρου τοιούτου μῖξαι συχνὸν ὕδατι ποτίμῳ, καθάπερ καὶ ποιοῦμεν πολλάκις, ὅταν ἀποροῦντες θαλάττης ἅλμην σκευάσαι βουληθῶμεν. ἐμβάλλομεν γὰρ τηνικαῦτα τῶν ἁλῶν τῷ ὕδατι, καὶ τοσοῦτον

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download