Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἄρα τὸ διαλλάττον ἐστὶν τῆς δυνάμεως, ὥστε τὸ μὲν ὕδωρ αὐτὸ τὸ γλυκὺ δηλονότι, τὸ μήτε ψυχρὸν ἐπιφανῶς μήτε θερμὸν, ἀλλ’ οἷον τὸ καλούμενον εἱληθερὲς, εἰ προσφέρεις ἐρυσιπέλατι, βλάβην οὐδεμίαν ἐργάσῃ περὶ τὸ σῶμα τἀνθρώπου. θάλατταν δὲ ἢ ἅλμην ἤ τι τοιοῦτον ὕδωρ ἐπίμικτον, ἀσφαλτῶδες ἢ θειῶδες εἰ προσενέγκῃς, οὕτως βλάψαις τὸν ἄνθρωπον, ὡς ἐπικαῦσαι τὸ μέρος. ὕδωρ μὲν οὖν αὐτὸ καθ’ ἑαυτὸ ψυχρὸν τὴν δύναμίν ἐστιν· εἰ δ’ ἐπίκτητον αὐτῷ θερμότητα προσάψας ἐθέλοις καταντλεῖν ἀνθρώπου σῶμα, νομιεῖς μὲν ἴσως ἁπλοῦν τι καὶ φυσικὸν προσενηνοχέναι, τὸ δ’ ἄρα σύνθετόν πώς ἐστιν, ἤτοι μοῖράν τινα τῆς οὐσίας τοῦ πυρὸς, ἢ τήν γε ποιότητα πάντως προσειληφώς. ὡς γὰρ εἰ καὶ τῶν ἁλῶν ἐμεμίχεις αὐτῷ, σύνθετον ἂν ἦν ὁμολογουμένως, οὕτω καὶ μᾶλλον ἐπειδὴ πυρὸς ἔμιξας εἴτ’ οὖν ποιότητος εἴτ’ οὐσίας εἰργάσω πως καὶ νῦν σύνθετον. ἔστι δὲ δήπου καὶ τὸ ἰλυῶδες ὕδωρ σύνθετον ὡς καὶ τὸ τοῦ Νείλου καὶ κατ’ Αἴγυπτον, ἀλλὰ διὰ τῶν κεραμίων ἀγγείων διηθούμενον ἀκριβῶς γίνεται καθαρὸν. χρὴ δὲ μὴ ἅπαξ, ἀλλὰ καὶ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download