Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ὅτι δὴ καὶ πολλάκις ὠφέλησεν τοὺς σφοδρῶς δακνομένους ἐνεθέν. ἔσται δὲ καὶ κηρὸς καὶ στέαρ χοίρειον, ὀρνίθειόν τε καὶ χήνειον καὶ χόνδρου καὶ τράγου χυλός. ἐνίεμεν γὰρ καὶ ταῦτα καὶ κηρωτὴν ἐνίοτε τοῖς δακνομένοις ἰσχυρῶς, ὥσπερ καὶ τὸ αἴγειον στέαρ. ἐναργεστέραν δὲ τὴν ὠφέλειαν τὸ αἴγειον ἐπιδείκνυται τῷ ῥᾳδίως πήγνυσθαι ἐπαλείφεσθαί τε τοῖς ἐντέροις καὶ περιμένειν ἐπὶ πλεῖστον. εἴτε δὲ διὰ πάχος, εἴτε δι’ ἄλλην τινὰ αἰτίαν πήγνυται ταχέως, οὐδὲν δέομαι τάδε νῦν ζητεῖν ἐναργῶς φαινομένου τοῦ πράγματος. ἀλλ’ ὥσπερ ὅτι καὶ πήγνυται τάχιστα καὶ τὰς δήξεις τῶν ἐντέρων ἀμβλύνει, τῷ φαίνεσθαι πιστότερόν ἐστιν, οὕτω δὴ καὶ ὅτι μηδεμιᾶς αὐτῷ μέτεστι ψύξεως ἢ στύψεως. οὗτοι μὲν οὖν ἐξ ἀδήλων ὑπὲρ τῶν φαινομένων συλλογίζονται. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, παραλογίζονται σφᾶς αὐτοὺς, ἡμᾶς δὲ τοσῷδε μᾶλλον ἐπὶ τὴν αἴσθησιν ἀνέρχεσθαι προσῆκεν, ἐπιμελῶς τε προσέχειν αὐτῇ διὰ παντὸς, ὅσῳ καὶ μᾶλλον οὐκ ὀλίγα καταψεύδονται πάντες αὐτῆς οἱ σοφισταί. πάλιν οὖν ἀναμνήσαντες

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download