Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

αὐτοὺς, ὅτι ἃ τοῖς μὲν ἰδιώταις ἐστὶ δῆλα καὶ τούτοις ἦν, ὅτ’ οὔπω διὰ φιλονεικίαν ὑπερεφρόνουν τῶν αἰσθήσεων, ὕστερον δ’ ἀπώλετο διὰ περιττὴν σοφίαν, ἐπὶ τὸ συνεχὲς τοῦ λόγου μεταβήσομαι.

Ἑκάστη τις φύσις τῶν αἰσθητῶν ἰδίᾳ ὑποβέβληται· θερμότης μὲν καὶ ψυχρότης καὶ σκληρότης καὶ μαλακότης ἁφῇ, λευκότης δὲ καὶ μελανότης καὶ ξανθότης, ἐρυθρότης τε καὶ συλλήβδην εἰπεῖν ἅπαν τὸ τῶν χρωμάτων γένος ὄψει, πικρότης τε καὶ γλυκύτης, αὐστηρότης τε καὶ στρυφνότης, ὀξύτης τε καὶ ἁλυκότης καὶ δριμύτης, γεύσει καὶ μαίνεσθαι δόξει σαφῶς, εἴ τις ἤ τὰς χροιὰς τῇ γεύσει κρίνειν ἐπιχειρήσειεν, ἢ τοὺς χυμοὺς τῇ ὄψει. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῆς ἁφῆς χρὴ γινώσκειν καὶ περὶ τῶν ἄλλων αἰσθήσεων, ὡς τὰς μὲν ἁπτὰς διαφορὰς ἁφῇ κριτέον ἐστὶ, τὰς δ’ ἀκουστὰς ἀκοῇ, τὰς δ’ ἐν ἀτμοῖς ὀσφρήσει. τούτων οὖν οὕτως ἐχόντων ἀκούσωμεν εἰ βούλεσθε καὶ Πλάτωνος ὑπὲρ τῶν γευστῶν διαφορῶν ἐξηγουμένου. χρὴ δὲ οὐ τῇ φυσιολογίᾳ προσέχειν αὐτοῦ τὸν νοῦν. οὐ γὰρ ἂν ἐν καιρῷ μοι νῦν εἴη

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download