De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
αἰσθήσεις, τέμνοντά τε πάνθ’ ὁπόσα ἂν προσπίπτῃ διὰ ταύτας
τὰς δυνάμεις, δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη. τῶν δὲ
αὐτῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς
στενὰς φλέβας ἐνδυομένων καὶ ἐνοῦσιν αὐτόθι μέρεσι γεώδεσιν
καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ
ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς
ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι περιτεινόμενα
τοῖς εἰσιοῦσιν, ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης
ποτὲ μὲν γεώδους, ποτὲ δὲ καὶ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος
ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι καὶ τὰ μὲν τῆς καθαρᾶς
εἰς διαφανεῖς περιστῆναι, κληθείσας ὄνομα πομφόλυγας, τὰ
δὲ τῆς γεώδους, ὁμοῦ κινουμένης τε καὶ αἰρομένης, ζέσιν τε
καὶ ζύμωσιν ἐπίκλην λεχθῆναι. τὸ τούτων αἴτιον τῶν παθημάτων
ὀξὺ προσρηθῆναι. ξύμπασι δὲ τοῖς περὶ ταῦτα εἰρημένοις
πάθος ἐναντίον ἀπ’ ἐναντίας ἐστὶ προφάσεως, ὁπόταν
ἡ τῶν εἰσιόντων ξύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς
γλώττης ἕξει πεφυκυῖα, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα,
τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα, τὰ μὲν
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]