Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

συνάγῃ, τὰ δὲ χαλῇ καὶ πάνθ’ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, ἡδὺ καὶ προσφιλὲς παντὶ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν βιαίων παθημάτων γιγνόμενον, κέκληται γλυκύ. διὰ ταύτης ἁπάσης τῆς ῥήσεως ὁ Πλάτων ἐξηγήσατο τίνα μὲν ἔθος ἐστὶν ὀνομάζειν αὐστηρὰ, τίνα δὲ στρυφνὰ, καὶ τίνα μὲν ἁλυκὰ καὶ νιτρώδη, τίνα δὲ πικρὰ, καὶ τίνα μὲν δριμέα, τίνα δὲ ὀξέα, τίνα δὲ γλυκέα. τὸ δὲ πρὸς ἡμῶν στῦφον αὐστηρὸν δηλονότι προσαγορεύων, οὕτω γὰρ ὠνομάζετο παρὰ τοῖς παλαιοῖς Ἕλλησιν. οὐ μὴν εἰς ταὐτόν γε συγχεῖ πάντα, καθάπερ οὗτοι, καὶ τὸ πέπερι στύφειν φάσκοντες ἐκ τῆς τῶν δριμέων φύσεως ὑπάρχον καὶ τὸ ὄξος ἐκ τῆς τῶν ὀξέων, οὐκ αἰδούμενοι δὲ καὶ τῶν γλυκυτάτων ἔνια τοῖς στύφουσι προσνέμειν. ἅτ’ οὖν ἁπάντων αὐτοῖς συγκεχυμένων, εὐθὺς κατ’ ἀρχὰς οὐδὲ δυνάμεις εὑρεθῆναι δύνανται. πάσης γὰρ εὑρέσεώς τε καὶ ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν ἐστιν ἐναργῆ. ταράττουσι δὲ οὗτοι ταῦτα ἀμφότερα καὶ συγχέουσιν εἰς ταὐτὸν ἅπαντα, τά τε τῶν αἰσθήσεων ἔργα τε καὶ πάθη καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῆς νοήσεως,

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download