Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἅτε μὴ γεγυμνασμένα κατὰ λογικὴν θεωρίαν, ὥστ’ ἔργον εἶναι φυλάξασθαι τὴν ἀδολεσχίαν αὐτῶν καὶ μὴ συναπολαῦσαί τι τῆς αὐτῶν οὕτω πολλῆς καὶ ματαίας φλυαρίας ἔργον δ’ οὐ σμικρὸν καὶ τὸ μεταδιδάξαι καὶ μεταλλάξαι τοὺς διεστραμμένους ὑπ’ αὐτῶν εἰς τοσοῦτον, ὡς καταφρονεῖν τε τῶν αἰσθήσεων, ἀγυμνάστους τε κατὰ λογικὴν εἶναι θεωρίαν, ἀνηκόους δὲ καὶ τῶν περὶ φύσεως λογισμῶν, οὓς οἱ φιλόσοφοι διασκέπτονται. πάντως γὰρ ἄν που τό γε τοσοῦτον ἐπεγίνωσκον, ὧς δεδιέναι χρὴ καὶ φυλάττεσθαι τὰς ἐν αὐτοῖς ἀπορίας καὶ ταῖς αἰσθήσεσιν ἐπιτρέπειν μᾶλλον ἢ λόγοις κιβδήλοις ὑπὲρ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως.

Ἀλλὰ τοὺς μὲν τοιούτους οὐκ ἐγχωρεῖ μεταδιδάξαι· τῶν δ’ ἄλλων ἕνεκα τῶν ὠφεληθῆναι δυναμένων ἀναληπτέον ἐστὶν καὶ διοριστέον ἀκριβῶς τὸν περὶ τῶν ἰδίων τῆς γλώττης αἰσθητῶν λόγον. ὀνομάζεται μὲν οὖν ὑπὸ τῶν περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην καὶ Μνησίθεον τὸν ἰατρὸν ἡ γευστὴ δύναμις χυμὸς, ἀπὸ τοῦ μ στοιχείου τῆς

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download