Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

δευτέρας συλλαβῆς ἀρχομένης. ἡ δ’ ἐξ ὑγροῦ καὶ ξηροῦ σύστασις ὑπὸ θερμότητος πεφθέντων χυλὸς, ἀπὸ τοῦ λ τῆς δευτέρας ἀρχομένης συλλαβῆς. παρὰ μέντοι τοῖς παλαιοτέροις αὐτῶν οὐκ Ἀττικοῖς μόνον, ἀλλὰ καὶ Ἴωσιν ἑκάτερα διὰ τοῦ μ γέγραπται. καὶ γὰρ καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ καὶ παρ’ Ἱπποκράτει καὶ παρὰ τοῖς παλαιοῖς κωμικοῖς οὕτως εὑρίσκεται. λελέχθω δ’ ἔν γε τῷ παρόντι λόγῳ πρὸς ἡμῶν ἕνεκα σαφοῦς διδασκαλίας ἡ μὲν γευστὴ δύναμις, ἢ ποιότης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, διὰ τοῦ μ στοιχείου χυμὸς, ἡ δ’ ἔν τε τοῖς ζώοις καὶ φυτοῖς ὑγρότης πεπαχυσμένη χυλὸς, ἀπὸ τοῦ λ τῆς δευτέρας ἀρχομένης συλλαβῆς. ἰστέον οὖν ὡς οἱ μὲν καθ’ ἕκαστον φυτόν τε καὶ ζῶον, ἤδη δὲ καὶ οἱ κατὰ τὴν γῆν εὑρισκόμενοι χυμοὶ πάμπολλοί τινές εἰσι καὶ οὐκ εὐαρίθμητοι ταῖς ἰδέαις. αἱ δ’ ἐν αὐτοῖς γευσταὶ διαφοραὶ τοῖς μὲν ὀκτὼ τὸν ἀριθμὸν ἔδοξαν εἶναι, τοῖς δὲ ἑπτὰ, τοῖς δὲ καὶ τούτων ἐλάττους. ὁ μὲν οὖν Πλάτων ἐν Τιμαίῳ διὰ τῆς προγεγραμμένης ῥήσεως πρῶτον μὲν δυοῖν μέμνηται χυμῶν ὁμοειδῶν μὲν, ἀλλὰ τῷ μᾶλλόν τε καὶ ἧττον

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download