Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ὃ λέγω. ὅταν δὲ τὸ πλησιάζον τῇ γλώττῃ σῶμα σφοδρῶς ξηραίνῃ καὶ ξυνάγῃ καὶ τραχύνῃ μέχρι βάθους πλέονος αὐτὴν, ὥσπερ ἀχράδες ἄωροι καὶ κράνες στυφνὸν ἅπαν τὸ τοιοῦτον ὀνομάζεται, τῶν αὐστηρῶν ἐπιτάσει διαφέρον. ὃ δὲ καλοῦμεν ἡμεῖς στῦφον, οὐ πάνυ μέντοι πρὸς τῶν περὶ τὸν Θεόφραστον εὑρεῖν ἔστιν εἰρημένον. ἔοικε δή τι ταὐτὸν δηλοῦν τῷ αὐστηρῷ, ἢ κοινὸν εἶναί τι γένος τούτου τε καὶ στρυφνοῦ. ὅσα δ’ ἐν τῷ ψαύειν τῆς γλώττης οὐ συνάγει μὲν αὐτὴν, οὐδὲ σφίγγει καθάπερ τὰ στύφοντα, τὸ δ’ ἐναντίον ἅπαν φαίνεται ποιοῦντα, ῥύπτοντα καὶ ἀποπλύνοντα, κᾂν εἴ τι τῶν στυφόντων παρακέοιτο, ταῦτα σύμπαντα προσαγορεύομεν ἁλυκά. τὰ δ’ ἔτι μᾶλλον τούτων ῥύπτοντα, μέχρι τοῦ καὶ τραχύνειν ἀνιαρῶς, πικρὰ προσαγορεύεται. τὰ δέ γε δάκνοντά τε καὶ διαβιβρώσκοντα μετὰ θερμότητος ἰσχυρᾶς δριμέα. τὰ δ’ ἄνευ αὐτῆς δάκνοντα καλεῖται μὲν ὀξέα, πρόσεστι δὲ αὐτοῖς καὶ τὸ ζυμοῦν. ὅσα δ’ οἷον ἐπαλείφει τε καὶ ἀναπληροῖ καὶ καθίστησι τὰ τετραχυμένα τε καὶ οἷον διαβεβρωμένα τῆς

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download