Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

προσκόπτῃ τὸ πνεῦμα, πλὴν ἀλλ’ ἥ γε διάθεσις αὕτη τῆς προειρημένης ἐστὶν ἑτέρα. αὕτη μὲν γὰρ ἀφαιρεῖταί τι καὶ ἀποξύεται τοῦ τῆς ἀρτηρίας ὑμένος, ἔσωθεν δὲ προσπίπτει κατὰ τὴν προτέραν διάθεσιν. τὸ κοινὸν δ’ ἀμφοῖν ἐστιν ἡ ἀνωμαλία τῆς τοῦ πνεύματος ὁδοῦ. λέλεκται δ’ ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν ταῖς τῶν συμπτωμάτων αἰτίας. ἀλλ’ εἴς γε τὸ παρὸν ἀπόχρη γινώσκειν ὡς τὰ μὲν δακνώδη πάντα τῷ τραχύνειν τὴν φάρυγγα, τὰ δ’ ἐλαιώδη καὶ λιπαρὰ τῷ περιπλάττεσθαι τὴν ἀνωμαλίαν τε καὶ τὴν κέρχνον ἐργάζεται. πᾶν γὰρ ὅ τι περ ἄν ἔξω τῆς φύσεως ἐπιπίπτῃ τῷ χιτῶνι τῆς ἀρτηρίας, ἐμπλάσσεταί τε δυσαπολύτως, ἄηθες μὲν τοῖς ὀργάνοις καὶ τῷ δι’ αὐτῶν φερομένῳ πνεύματι, λυπηρὸν δὲ τῷ ζώῳ γίγνεται. καὶ οὐ τοῦτό φημι νῦν, ὡς οὐχὶ καὶ τῇ ποιότητι δακνώδη τὰ πλεῖστα τῶν ἐλαίων ἐστί. τά τε γὰρ ἁλῶν μετέχοντα καὶ τὰ παντάπασι νέα δακνώδη πάντως ἐστὶν, οὐ διὰ τὴν ἰδίαν αὐτῶν οὐσίαν, ἀλλ’ ὅτι πᾶσι τοῖς ἐκ τῶν φυτῶν χυλοῖς ἐμφέρεται περίττωμα διττὸν, ὡς καὶ Θεόφραστος μὲν ἱκανῶς ἐπέδειξε καὶ ἡμεῖς δ’ ἐν τοῖς ἑξῆς ἐπιδείξομεν, ἕτερον μὲν τὸ παχύτερον 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download