De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
ἐλαίου τρίψεως ὁμαλοῦς γιγνομένης, ἀνωμάλου δὲ τῆς ξηρᾶς.
συνεπάγονται γὰρ ἐν ταῖς ξηραῖς τρίψεσιν αἱ χεῖρες τὸ δέρμα
καὶ οἷον διπλοῦσί τε καὶ ἐπιπτύσσουσιν ἐν αὐτῷ βεβαίως τε
καὶ παρὰ φύσιν. εἶθ’ ὅταν μηκέτι τὸ πρότερον οἷον ἐνδίπλωμα
παραπτομέναις ταῖς χερσὶν ἕπεσθαι δύνηται, τουτὶ
μὲν ἀνατρέχει καὶ ἀνασπᾶται πρὸς τὸ συνεχὲς, αἱ χεῖρες δ’
ἀθρόως ἐφ’ ἕτερον τοῦ δέρματος μετέρχονται μόριον, ὑπερβαίνουσαι
τὸ κάτωθεν μέρος τῆς ἐνδιπλώσεως καὶ διὰ τοῦτο
καὶ σκληρᾶς καὶ ἀνωμάλου καὶ κοπώδους τῆς τοιαύτης τρίψεως
αἰσθανόμεθα· σκηρᾶς μὲν, ὅτι τε τείνεται βιαίως καὶ θλᾶται
τὸ δέρμα, διὰ δὲ τὰ αὐτὰ καὶ κοπώδους, ἀνωμάλου μὲν
διότι μὴ παντὶ μορίῳ τοῦ δέρματος αἱ τρίβουσαι χεῖρες ἐπιπίπτουσιν,
ἀλλ’ ὑπερβαίνουσιν ἀεὶ τὸ κάτωθεν μέρος τῆς
ἐνδιπλώσεως. καὶ γίνεται τοῦτο διά τε τὰς φυσικὰς τοῦ δέρματος
τραχύτητας, καὶ μάλιστα ἐν τοῖς παρηβῶσι σώμασιν, καὶ
ὅτι χαλαρόν ἐστι τοῖς ἄλλοις σχεδὸν ἅπασι, τοῖς τε ἰσχνοῖς
καὶ πρεσβύταις μάλιστα. λεῖον μὲν γὰρ, εἴπερ ἦν ὅλον ὁμαλῶς
τὸ δέρμα καὶ τεταμένον ἀκριβῶς, οὐκ ἂν ἐπεπτύσσετο
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]