De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
ῥᾳδίως οὔτ’ ἀνωμάλους εἰργάζετο τὰς τῶν χειρῶν ἐπ’ αὐτοῦ φορὰς, ἀλλ’ ἔθεον ἂν, οἶμαι, ῥᾳδίως εἰς τὸ πρόσθεν ἀπὸ τῶν πρώτων ἑτοίμως ὀλισθάνουσαι πρὸς ἕτερα, τῷ μηδὲν ἅμ’ ἑαυταῖς συνεπάγεσθαι τοῦ δέρματος μόριον. ἐπεὶ δὲ χαλαρόν τέ ἐστιν καὶ τραχὺ, δεῖταί τινος ἔξωθεν φαρμάκου τάς τε ῥυτίδας ἀναπληρώσοντος αὐτοῦ καὶ τὸν ὄλισθον ταῖς τριβούσαις χερσὶν παρέξοντος, εἰς ταῦτα δὲ οὐδὲν ἂν εὕροις ἐπιτηδειότερον ἐλαίου. καὶ θαυμάσειεν ἄν τις Ἀρχιδάμου, μήτε τὸ φαινόμενον ἐναργῶς αἰδεσθέντος μήτε τὸν ἐπ’ αὐτῷ λόγον ἐξευρόντος, ἀλλ’ ἐν ἀμφοτέροις ἀποφηναμένου τἀναντία. φαίνεται γὰρ ἀνώμαλος μὲν ἡ ξηρὰ τρίψις, ὁμαλὴ δὲ ἡ σὺν τῷ ἐλαίῳ, μαρτυρεῖ τε τούτοις ὁ λόγος οὐχ ἥκιστα τὴν αἰτίαν ἐξηγούμενος.
Ἀλλὰ περὶ μὲν Ἀρχιδάμου τε καὶ Διοκλέους ἅλις εἴς γε τὰ παρόντα. βούλομαι γὰρ, ἐπειδή περ ἅπαξ ἐπὶ τὸ δεικνύναι τὴν μοχθηρὰν ὁδὸν τῆς τῶν δυνάμεων εὑρέσεως ἧκον ἐλαίῳ παραδείγματι χρώμενος ἐπεξελθεῖν τάχιστα τὸν λόγον ἅπαντα. λεγόντων οὑν τῶν φιλοσόφων θερμὸν εἶναι
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]