Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἀντιπροτείνουσιν οἱ θερμὸν ὑπάρχειν αὐτὸ φάσκοντες. οὐδὲ γὰρ οὐδὲ πῆξιν εἶναι τὸ γινόμενον ἐπ’ αὐτοῦ φασιν, ἂν ἀκριβῶς ἐξετάζωμεν, ἀλλ’ οἷον σύστασίν τινα καὶ πάχυνσιν, καὶ γίγνεσθαι τοῦτο λέγουσιν, ὅτι παχὺ καὶ γλίσχρον ἐστὶν, οὐχ ὅτι ψυχρὸν, ὥστε κᾀνταῦθα πάλιν ὁ λόγος ἑκατέρωθεν εἰς ἀπορίαν ἀφικνεῖται, τῶν μὲν ἐκ τοῦ θᾶττον ὕδατος ὑπὸ τῆς ψύξεως νικᾶσθαι τοὔλαιον, τῶν δ’ ἐκ τοῦ μᾶλλον ὕδωρ ἐλαίου πήγνυσθαι κατασκευαζόντων τἀναντία· πρὸς τῷ τοίνυν ἐν τούτοις ἀμφισβητεῖν οὐδ’ ὡς ἀερῶδές ἐστιν ὁμολογοῦσιν ἅπαντες. ἡ μὲν γὰρ κουφότης τούτου, φασὶ, σύμβολον, ἡ μέντοι παχύτης οὐ σμικρὸν τεκμήριον τοῦ γεῶδες ὑπάρχειν αὐτό. συνθέντες δ’ ἄμφω τινὲς ἀερῶδές τε ἅμα καὶ γεῶδες εἶναί φασιν. εἰσὶ δ’ οἳ καταγελῶσι τούτων, ὡς τὸ μάλιστα ὑπάρχον ἐλαίῳ, τὴν ὑγρότητα τελέως ἀφαιρουμένων τῷ λόγῳ. πρὸς τοίνυν τούτοις ἐκ τοῦ γλίσχρον ὑπάρχειν αὐτὸ τινὲς μὲν ψυχρὸν ἐπιδεικνύουσιν, τινὲς δὲ θερμὸν, καὶ τινὲς μὲν ξηρὸν, ἔνιοι δ’ ὑγρόν. εἰ μὴ γὰρ συνῆκτο καὶ πεπύκνωτο τὰ μόρια καὶ ἀλλήλων ἀκριβῶς εἴχετο, μὴ ἂν γενέσθαι γλίσχρον,

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download