Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἔργα δ’ εἶναι ταῦτα σύμπαντα ψυχροῦ. διαχεῖν γὰρ καὶ λύειν καὶ λεπτύνειν καὶ ἀπ’ ἀλλήλων χωρίζειν τὰ μόρια τὴν τοῦ θερμοῦ φύσιν. οἱ δ’ αὖ τοὐναντίον οὐδ’ ἂν γενέσθαι τι γλίσχρον φασὶν ἄνευ θερμότητος κρατούσης, ὡς κᾀν ταῖς ἑψήσεσι δηλοῦσθαι τῶν χυλῶν ἁπάντων, ὅσοι τε βοτανῶν ἐκθλίβονται καὶ ὅσοι καρπῶν. ὑδατώδεις γὰρ ὄντας τὰ πρώτα καὶ λεπτοὺς ταῖς συστάσεσιν καὶ διαῤῥέοντας, ἐπειδὰν ἑψηθῶσιν, παχεῖς καὶ γλίσχρους γίνεσθαι. καὶ μὲν δὴ κᾀκ τῶν κατὰ μέρος παραδειγμάτων ἑκάτεροι τἀναντία πιθανῶς κατασκευάζουσιν, οἱ μὲν ἰξὸν καὶ μέλι καὶ πίτταν ὑγρὰν καὶ ῥητίνην, ἕτερά τε τοιαῦτα τῶν ὁμολογουμένων γλίσχρων τε ἅμα καὶ θερμῶν προτείνοντες. οἱ δὲ κωνείου καὶ ψυλλίου καὶ ἀνδραφάξυος καὶ βλίτου χυλοῦ μνημονεύοντες, ἔτι δὲ πρὸς τούτοις οἷον κολοφῶνά τινα τῷ λόγῳ τὸ φλέγμα προχειριζόμενοι· σαφῶς γὰρ αὐτοῖς τοῦτο καὶ γλίσχρον εἶναι δοκεῖ καὶ ψυχρόν. ἀλλὰ κᾀκ τοῦ τοῖς φλεβοτομουμένοις ἐπισταζόμενον ἔλαιον εὔρουν ἐργάζεσθαι τὸ αἷμα τἀναντία κατασκευάζοντάς ἐστιν ἰδεῖν ἑκατέρους. οἱ μὲν γὰρ ὡς τῇ θερμότητι χέον, οἱ δ’ ὡς

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download