De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
τῇ ψυχρότητι τὸν ὄλισθον παρέχον, ὁμοίως κρυστάλλῳ τὴν
εὔροιαν ἐργάζεσθαί φασιν αὐτό. κᾄπειτ’ ἐντεῦθεν ἐκτραπόμενοι
περὶ τῆς τῶν ὀλισθηρῶν ἁπάντων φύσεως διαλέγονται,
μέχρι τῆς ἐσχάτης φιλολογίας ἀνιόντες τῷ λόγῳ. καταγινώσκοντες
δὲ τῆς τούτων ἄλης, ὥς φασιν, ἕτεροι τὴν πιμελὴν
τῷ λόγῳ προχειρίζονται, πλησιαίτατα μὲν ἐλαίῳ τὴν φύσιν
ὑπάρχουσαν, ἐναργῶς δ’ εὑρεθῆναι δυναμένην ὁποία τίς
ἐστι τὴν κρᾶσιν, ἐν αὐτοῖς γὰρ ἡμῖν συνισταμένην οὐκ ἂν
δύνασθαι λαθεῖν. αὐτίκα γέ τοί φασιν ἐν τοῖς ὑγιεινοῖς καὶ
εὐτραφέσι σώμασιν γεννᾶσθαι πιμελὴν πολλὴν, ἃ μηδὲ μανέντα
τινὰ φάναι ψυχρά. γίνεσθαι γὰρ τοιαῦτα τῆς φύσεως
ἐῤῥωμένης, ἣν δὴ θερμόν τι χρῆμα πάντες ὡμολογήκασιν οἱ
φυσικοὶ φιλόσοφοι. τούτοις δ’ ἀντιλέγοντές τινες ἐν ψυχροτέραις
κράσεσι γεννᾶσθαι πιμελήν φασιν, ὡς δηλοῦν τάς τε
γυναῖκας καὶ τοὺς ἀργῶς διαιτωμένους. ἤδη δὲ καὶ τῶν
ἐθνῶν, ἔνθα μὲν τὸ ψυχρὸν κρατεῖ, πιμελώδεις, ἔνθα δὲ τὸ
θερμὸν, ἰσχνούς φασι γίνεσθαι τοὺς ἀνθρώπους καὶ προχειρίζονται
παράδειγμα τῷ λόγῳ, Κελτοὺς μὲν καὶ Θρᾷκας καὶ
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]