De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)
Kühn 1826
ἀφεστηκὸς, ὅμοιον τῇ κράσει τῷ θεραπευομένῳ καθεστηκὸς,
οὐδεμίαν ἀλλοίωσιν ἐπιφέρειν ἱκανὸν, ὥστε οὔτε βλάψει τι
παθὸν οὔτ’ ὠφελήσει. τὸ δ’ ἔλαττον ὠφελήσει μὲν, οὐ μὴν
ἰάσεταί γε πάντως. εἰ τοίνυν τὸ μὲν πάθος εἴη ψυχρὸν, ἡ
δὲ τοῦ φαρμάκου θερμότης χλιαρὰ, πάντως μέν τι προσωφελήσει
τὸ πάθος, οὐ μὴν εἰς τὴν κατὰ φύσιν γε πάντως ἐπανήξει
συμμετρίαν, ὥστ’ οὐδὲν ἐξιάσεται. πάλιν δὲ εἰ μὲν τὸ
πάθος εἴη μικρὸν, ὡς ἂν ἀπὸ τῆς συμμέτρου θερμασίας τῆς
κατὰ φύσιν εἰς οἷον χλιαράν τινα μεταπεπτωκέναι, τὸ δὲ
φάρμακον εἴη ψυχρὸν, ἀνάγκη ἐπιψυγῆναί τε καὶ βλαβῆναι
τὸ πάθος ὑπὸ τοῦ ψυχροῦ. τὸ δ’ αὐτὸ κᾂν θερμότερον ᾖ
τῆς συμμετρίας τὸ πάθος, ὑπὸ μὲν τῶν ὁμοίων αὐτοῦ φαρμάκων
ἐν ταὐτῷ φυλαχθήσεται, βλαβήσεται δὲ ὑπὸ τῶν
ἧττον ἑαυτῶν θερμῶν, οὐ μὴν ἐκθεραπευθήσεταί γε πάντως.
ἥκει δὴ κᾀνταῦθα πάλιν ὁμωνυμία τις εἰς ὅλον ἐκτεταμένη
τὸν βίον καὶ πολλαχόθι σφάλλουσα. καὶ γὰρ τὸ συμμέτρως
Work
Title: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1826
Series: Claudii Galeni Opera Omnia
Volume: 11
Pages: 379-892
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_087-1.xml [1.0 Mb]