Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ὥσπερ εἰ καὶ τὸ φρεατιαῖον ὕδωρ ἐν χειμῶνι, τὸ ταῖς κατεψυγμέναις χερσὶ χλιαρὸν φαινόμενον, ὀνομάζοι τις ψυχρόν. ἐξ οὖν τούτων τῶν προφάσεων ἡ τῶν ὀνομάτων χρῆσις ταραχθεῖσα καὶ τὴν τῶν πραγμάτων ἐπιταράττει γνῶσιν. ὡσαύτως δὲ καὶ περὶ ξηροῦ καὶ ὑγροῦ τῶν ὀνομάτων συγχυθέντων καὶ ἡ τῶν πραγμάτων γνῶσις συνεχύθη. καίτοι σμικρὸν εἶναι δοκοῦν τὸ διελέσθαι καλῶς τὰ σημαινόμενα τῶν ὀνομάτων, τὴν μεγίστην ἔχον εὑρίσκεται δύναμιν εἰς τὴν τῶν πραγμάτων γνῶσιν. ἀλλὰ περὶ μὲν ὑγροῦ καὶ ξηροῦ μετ’ ὀλίγον ἐροῦμεν, ἐπειδὰν τὸν περὶ τοῦ θερμοῦ καὶ ψυχροῦ συμπερανώμεθα λόγον. οὐδὲ γὰρ οὐδὲ λείπειν ἔοικέ τι πολὺ τῶν ἐν αὐτῷ διορισμῶν, ἅπαξ γε σαφῶς πεφηνότος ὡς οὐδὲν θαυμαστὸν ὑφ’ ἑνὸς φαρμάκου διαφέροντα σώματα τὰ μὲν θερμαίνεσθαι, τὰ δὲ ψύχεσθαι, τὰ δὲ μηδέτερον αὐτῶν πάσχειν. ἐν μὲν γὰρ τῷ πρός τι ῥᾷστον ἐπὶ τὰ κατὰ μέρος ἐλθόντα λέγειν ὡς τοιούτῳ μὲν σώματι προσαγόμενον ῥόδινον, ἐν ᾗ παρέλαβεν αὐτὸ κράσει φυλάττειν πέφυκε, ἑτέρῳ δέ τινι τοιῷδε θερμαίνει 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download