Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

προσφερόμενον, ἄλλῳ δὲ ψύχει. καθόλου δ’ ἀποφήνασθαι περὶ τῆς δυνάμεως αὐτοῦ χαλεπὸν, ἄνευ τοῦ διαστείλασθαί τε καὶ συνθέσθαι περὶ τῶν ὀνομάτων. εἴη δ’ ἂν ὅ τε διορισμὸς ἥ τε συνθήκη τοιήδε, ἐπειδὴ τὰ σώματα τῶν ἀνθρώπων καὶ ταῖς ἐξ ἀρχῆς κράσεσιν καὶ ταῖς κατὰ τὰς ἡλικίας αὐτοῖς προσγινομέναις καὶ ταῖς κατὰ τοὺς ἐθισμοὺς τοῦ βίου πάμπολυ διενήνοχε, ἀνάγκη δήπου πρὸς τῶν αὐτῶν φαρμάκων αὐτὰ διαφόρως ἀλλοιοῦσθαι. νέον γοῦν τινα φύσιν θερμὸν, ἐργάτην τῷ βίῳ, πρεσβύτιδι γυναικὶ καὶ φύσει ψυχροτέρᾳ παραβάλλων οὐκ ἂν ἐλάττονα τὴν ὑπεροχὴν εὕροις ἤ τινος τῶν θερμαινόντων ἱκανῶς φαρμάκων πρὸς τὰ ψύχοντα.

Μέσον οὖν τινα νόησόν μοι τῶνδε, τήν τε φύσιν εὐθὺς ἐξ ἀρχῆς εὔκρατον, ἔθεσί τε προσήκουσιν τὴν εὐκρασίαν ταύτην διαφυλάττοντα. καὶ τρεῖς τούτους ὥσπερ σκοποὺς κράσεως ἐν τῇ διανοίᾳ παραθέμενος ἐπίσκεψαι τὸ καθόλου θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν φάρμακον, ὡς πρὸς ποίαν ἐξ αὐτῶν κρᾶσιν ἀποβλέποντα

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download