Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

προσαγορεύειν ἐστὶ βέλτιον. ἆρά γε πρὸς τὴν εὐκρατοτάτην, ἥπερ δὴ καὶ μία τίς ἐστι καὶ μέση τῶν ἄλλων ἁπασῶν, ἢ πρὸς τὰς ἀμέτρους καὶ δυσκράτους καὶ ἀδιορίστους καὶ σχεδὸν ἀπείρους τὸ πλῆθος; ἐμοὶ μὲν γὰρ οὐδὲ παραβλητέον εἶναι δοκεῖ τὸ τῆς διαιρέσεως, οὐδὲ σκέψεώς τινος ἐπιδεὲς, ἀλλ’ ἄντικρυς φαίνεσθαι τῷ καὶ σμικρὸν νοῦν ἔχοντι τὸ κατωρθωμένον σῶμα καὶ ἁπλοῦν καὶ ἓν οἷον κανόνα τινὰ καὶ σκοπὸν ὑποθέμενον ἀπευθύνειν, οὕτω κρῖναι καὶ τἄλλα πρὸς τοῦτο. κείσθω τοίνυν ἡμῖν τὸ τοιοῦτον σῶμα τῆς τῶν φαρμάκων δυνάμεως κανών. καὶ τὸ μὲν ὁμοίαν τῇ τούτου κράσει θερμασίαν ἀνάπτον εὔκρατον ὀνομαζέσθω, κᾂν ὅτι μάλιστα θερμαίνειν ἐπιφανῶς δοκῇ πρεσβύτην κατεψυγμένον. τὸ δ’ ἤτοι θερμαῖνον, ἢ ψῦχον τὸ τοιοῦτον σῶμα, καλείσθω τὸ μὲν θερμαῖνον θερμὸν, τὸ δὲ ψῦχον ψυχρόν. γινέσθω δὲ τούτων αὐτῶν εὐσήμου διδασκαλίας ἕνεκα τάξις τῶν ἀποστάσεων, ἐπὶ μὲν τὸ ψυχρὸν ἡ πρώτη μὲν ἐξ ἧς ἄν τις θείη τὸ ῥόδινον, ἡ δευτέρα δ’ ἐξ ἧς ἔσται τὸ ῥόδον αὐτὸ καὶ τρίτη τις ἐπὶ ταύτῃ καὶ τετάρτη μέχρι περ ἂν ἐπὶ τὰ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download