Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

καὶ τὸ ζέον ὕδωρ καὶ τὸ πῦρ αὐτό. καὶ τῶν ψυχρῶν δὲ κατὰ τὸν αὐτὸν τρόπον ὅσα μὲν συνάγει, οὔπω δὲ διασπᾷ τὸ συνεχὲς τοῦ πλησιάζοντος σώματος, ψυχρὰ μόνον ἐστὶν, οὐ μὴν ἤδη γέ πως δακνώδη. τὰ δὲ πρὸς τῷ συνάγειν διασπῶντα, βιαίως δὲ δηλονότι πάντα τὰ τοιαῦτα κέχρηται τῇ πιλήσει, δακνώδη φαντάζεται. τὸ μὲν οὖν συνάγειν τε καὶ πηγνύειν τὴν ὑποβεβλημένην ὕλην ἴδιον ἀεὶ τοῦ ψυχροῦ· τὸ δὲ διαχεῖν τε καὶ τήκειν τοῦ θερμοῦ, κοινὸν δ’ ἀμφοῖν ἀμετρότερα αὐξηθέντων τὸ δάκνειν. ὅσα μὲν οὖν ἀκριβῶς ἐστι ψυχρὰ καὶ θερμὰ, πρὸς τοῖς ἄλλοις ἅπασιν οἷς ἔμπροσθεν εἴπομεν ἀραιοῖς τε καὶ μαλακοῖς μέλεσιν, ἤδη καὶ τοῦ δέρματος ἡμῶν ἅπτεται. μέμνημαι δ’ ἐγώ ποτε διὰ χιόνος ὁδοιπορήσας οὕτω πολλῆς, ὡς μηδὲν τῆς γῆς φαίνεσθαι γυμνόν· ἦν δὲ καθαρὸς ὁ ἀὴρ ἀκριβῶς φαινόμενος καί τι πνεῦμα τῆς χιόνος ἀπέπνει, ψυχρότατον οὕτως, ὡς οὐ τοὺς ὀφθαλμοὺς μόνους δάκνειν ἢ καὶ τοὺς μυκτῆρας, ἀλλὰ καὶ τὸ πρόσωπον ὅλον. εἰ δὲ καὶ χεῖρά τις ἔξω προὔβαλε, καὶ ταύτης ὁμοίως ἁπτόμενον. ὅσα δ’ ἀπολείπεται τῆς ἄκρας ψύξεως ἢ θερμότητος, οὐ δάκνει τὸ

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download