Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

δέρμα, τὰ μὲν ψύχοντα μήτε διασπᾶσθαί τι τῆς συνεχείας αὐτοῦ δυνάμενα διὰ τὴν σκληρότητα, μήτ’ εἰς τὸ βάθος ἐνδῦναι φθάνοντα τῇ πυκνώσει τῆς ἐπιφανείας· τὰ δὲ θερμαίνοντα τῷ τε μὴ διαβιβρώσκειν, ἀλλὰ διαχεῖν μόνον, τῷ τε διεξέρχεσθαι τοὺς πόρους ἐνίοτε ἑτοίμως. μέγιστον δ’ εἰς τὰ τοιαῦτα παθήματα συμβάλλεται τὸ τῆς οὐσίας τῶν φαρμάκων ἤτοι παχυμερὲς ἢ λεπτομερές. ἐπὶ μὲν γὰρ τῶν ψυχόντων τὰ λεπτομερῆ μᾶλλον ἐξικνεῖται πρὸς τὸ βάθος, καὶ διὰ τοῦτο δάκνει σφοδρότερον· ἐπὶ δὲ τῶν θερμαινόντων τὰ παχυμερῆ μᾶλλον ἑλκοῖ καὶ διὰ τοῦτο ἀνιᾷ βιαιότερον. λεπτομερέστερον μὲν οὖν ὁ ἀὴρ, παχυμερέστερον δὲ γῆ, μεταξὺ δ’ ἀμφοῖν τὸ ὕδωρ. ἀλλ’ ἀὴρ μὲν ἐκπυρωθεὶς φλὸξ γίγνεται, γῆ δὲ ἄνθραξ, τὸ δ’ ὕδωρ δέχεται μὲν ἰσχυρὰν θερμασίαν, ἀλλ’ οὔτε φλὸξ οὔτ’ ἄνθραξ γίνεται, διὰ τὴν σύμφυτον ὑγρότητα. φλὸξ μὲν γὰρ καὶ ἄνθραξ εἴδη πυρός. ἅπαν δὲ πῦρ ἐστιν θερμὸν καὶ ξηρὸν, οὐκ ἐγχωρεῖ δὲ τῷ ὕδατι γενέσθαι ξηρῷ καὶ διὰ τοῦτο, οὐ δέχεται τὴν τοῦ πυρὸς ἀκριβῶς ποιότητα, καθάπερ ἡ γῆ τε καὶ ὁ ἀήρ· φάρμακον μὲν οὖν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download